- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:42.1-42.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在自愿投掷环节之后,指挥官依序点名,骑兵单骑疾驰,按皇帝指令在直驰与回旋中将三支长枪掷向不同靶标,这一高难度科目最能检验骑手技艺。
ἑκούσιον, ἐνταῦθα δὴ ὅσοι ἀγαθοὶ στρατιᾶς ἡγεμόνες, ὀνομαστὶ ἀνακαλεῖσθαι κελεύουσι πάντας ἐφεξῆς τοὺς ἱππέας, δεκάδαρχον πρῶτον καὶ διμοιρίτην ἐπὶ τούτῳ καὶ ὅστις ἐν ἡμιολίᾳ μισθοφορᾷ, ἔπειτα τοὺς ἐφεξῆς τῆς δεκαδαρχίας. καὶ οὕτω διὰ πασῶν τῶν δεκαδαρχιῶν ἡ κλῆσις γίγνεται.
自愿参与的部分轮转完毕时,此时凡优秀的军队指挥官,都会下令按序指名点召全体骑兵:首先是十夫长,随后是领双倍饷者,以及领一倍半薪饷者,继而是十人队中的其余人。全军各十人队便是如此依次进行点名。
τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι ʽπάρειμἰ, ὁμοῦ δʼ ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα. καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου τοῦ ἐσκαμμένου ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν δὲ ἀπὸ αὐτοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ ἵππῳ· τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς τοῦ βασιλέως τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου,1 ἐς τὸν ἄλλον σκοπόν, ὃν ἐπʼ αὐτῷ δὴ τούτῳ κατὰ πρόσταξιν τοῦ βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης ἱστᾶσιν.
被点到名者必须在大声回应呼叫者“在!”的同时,携三支长枪策马疾驰而出。第一支长枪须在平整掘出的场地边缘向着靶标掷去;第二支则在检阅台正前方掷出,且此时战马仍须保持笔直奔驰;至于第三支枪,若要依照正规及皇帝所规定的方式施行,则须在战马向右偏转回旋之际,掷向另一个特依皇帝之命为此目的设立以承受第三支枪的靶标。
ἥδʼ ἔστιν βολὴ ἡ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ ἐπικαμπῇ γίγνοιτο. ἡ γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς ὁ βασιλεὺς ἔταξεν, ἔνθα δὴ ὅ τε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα ἄλλην ἐπῄνεσα,2 ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.
若能在战马彻底转开之前、恰于那偏转之际完成投掷,这便是所有投掷中最难的一式。盖因凯尔特语中称为“克苏奈马”的投法正当以此方式施放,哪怕用无刃的投枪,如此投掷也绝非易事。以往曾有人凭敏捷与求胜之心,在战马直驰中便向第一个靶标成功连掷四枪;或如皇帝所定规的那样,直驰中掷出三枪,回旋时掷出第四枪。在此处,优良的投掷手与拙劣者最为分明地显露无遗,因为这一操演既非在杂乱的队伍中进行,亦非在喧扰之中。凡能展现最多在投枪技术上出类拔萃者的冲锋,我对其赞赏皆胜于其他,视其为切合真实战阵之用的操练。
- 42.2ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου
表示时间的独立属格结构。逻辑主语 ὁ ἵππος 与分词 ἐγκλίνοντος 同置于属格,指明掷出第三枪的具体时机(“当战马向右偏转时”)。
- 42.5ἐπῄνεσα
第一人称单数直陈语气主动态不定过去时。在此处充当格言式不定过去时(gnomic aorist)或即刻过去时,用以表达作者确立的评判立场(“我(总是)称赞”),而非仅仅指过去某一孤立事件。
