- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:44.1-44.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞颂罗马骑兵除传统训练外,还全面研习哈德良皇帝所引入的异族骑兵战术与跨障跳跃技巧,并引用诗句赞美哈德良统治二十年来的盛世。
ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ συνήθη τε καὶ ἐκ παλαιοῦ ἀσκούμενα· ὁ βασιλεὺς δὲ προσεξεῦρεν καὶ τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσα τε Παρθυαίων ἢ Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι, καὶ ὅσας οἱ Σαυροματῶν ἢ Κελτῶν κοντοφόροι ἐπιστροφάς τε καὶ ἀποστροφὰς τῶν ἵππων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβολισμοὺς ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους καὶ ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς Γέταις, Ῥαιτικοὺς δὲ ὅσοι ἐκ Ῥαιτῶν.
这些是罗马骑兵常规且自古以来便操练的项目。然而皇帝还另外创制并令他们精熟蛮族的战技:无论是帕提亚或亚美尼亚骑射手所操练的一切技法,还是萨尔马提亚或凯尔特枪骑兵在轮番冲锋时战马的各种回旋与后撤,以及在此期间进行的多样而多变的小规模骚扰投射,乃至各部族固有的呐喊战号——凯尔特骑兵用凯尔特式的,盖塔人用盖塔式的,来自雷蒂亚的人则用雷蒂亚式的。
καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλλεσθαι, καὶ ἐνὶ λόγῳ, οὐκ ἐστιν ὅτι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται1 ἐκ τοῦ βασιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκπληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ.
不仅如此,他们的战马还训练跨越壕沟与跳过矮墙。总而言之,罗马人对于昔日的各种操演,凡已废弃者无一不从头重新操练;而皇帝所新创制的一切,亦无一不或施于美观,或施于迅捷,或施于震慑,或施于实战效用。
ὥστε ἐς τήνδε τὴν παροῦσαν βασιλείαν, ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτʼ ἔτος βασιλεύει,2 πολὺ μᾶλλον συμβαίνειν μοι δοκεῖ τὰ ἔπη ταῦτα ἤπερ ἐς τὴν πάλαι Λακεδαίμονα ʽἔνθʼ αἰχμά τε νέων θάλλει καὶ μῶσα λίγεια, καὶ δίκα εὐρυάγυια καλῶν ἐπιτάρροθος ἔργων.ʼ
因此在我看来,相比于往昔的斯巴达,这一诗句远更契合哈德良今年正值统治第二十年的这一当代帝国:“彼处青年之矛繁盛,清越之缪斯鸣响,街衢宽广之正义助益崇高之功。”
- 44.2οὐκ ἐστιν ὅτι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται
双重否定句式 οὐκ ἔστιν ὅ τι ... οὐ(κ)(“没有……不是……”)构成全句的核心骨架。在先行成分中,部分属格 τῶν παλαιῶν ἐπιτηδευμάτων 与由 καὶ 连接的关系从句 ὅσα ἤδη προσεξεύρηται 并列,意为“往昔已荒废的操演没有一项未重新习练,而新创制的一切亦没有一项未服务于审美或实战”。
- 44.3ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτʼ ἔτος βασιλεύει
关系代词 ἣν(先行词为 βασιλείαν)作为动词 βασιλεύει 的内在宾格(同源宾格),表示“统治这一政权/帝国”;而 εἰκοστὸν τοῦτʼ ἔτος 则作为表示时间长度/跨度的宾格(“至今已进入第二十年”)。
