← 阿利安

战术

§41.1-41.4

重装骑兵的冲锋与靶标投枪演练

记述骑兵披挂重装备如临实战般向靶标投掷长枪的操演步骤,以及优秀骑手自发进行第二、第三次冲锋的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ἐνθένδε ἤδη ὡς ἐς μάχην ὁπλίζονται θώραξί τε σιδηροῖς καὶ κράνεσι καὶ θυρεοῖς οὐ τοῖς κούφοις ἔτι.

自此开始,骑兵们便如赴战阵一般全副武装,披挂铁甲、头盔以及不再轻便的盾牌。

§41.2

καὶ πρῶτα μὲν αἱ τάξεις σπουδῇ ἐπελαύνουσι τοὺς ἵππους· μίαν δὲ λόγχην φέροντας, τήνδε πρὶν πελάσαι τῷ βήματι χρὴ ὡς οἷόν τε κραδαινομένην τε καὶ ἅμα ἐπανακτυποῦσαν ἐξακοντίσαι τοῦ σκοποῦ στοχαζομένους,1 ὃς δὴ ἐν ἀριστερᾷ τοῦ βήματος ἐπʼ αὐτῷ τούτῳ τῷ ἔργῳ πέπηγεν.

首先,各队奋力策马疾驰;手持单支长枪的骑兵,在逼近检阅台之前,必须瞄准专为此目的而树立在检阅台左侧的靶标,尽可能使枪身振颤作响的同时将其投掷出去。

§41.3

καὶ ὅσοι γε ἀγαθοὶ αὐτῶν, καὶ δεύτερον ἐπελαύνουσιν οὗτοι καὶ τρίτον, οὐ πρὸς ἀνάγκην ἀλλʼ αὐτῷ τῷ ἔργῳ καὶ τῷ ἐξ αὐτοῦ ἐπαίνῳ ἀγαλλόμενοι.

他们当中优秀的人,还会发起第二、第三次冲锋,这并非出于强制,而是以该行动本身及由此获得的赞誉为荣。

§41.4

ἡ δευτέρα δὲ ἐπέλασις σὺν δυοῖν λόγχαιν γίγνεται, καὶ ταύτας χρὴ ἐξακοντίσαι ὀρθῷ ἐπελαύνοντα τῷ ἵππῳ2 ὡς μάλιστα οἷόν τε ἐπίσκοπα. ἐπὰν δὲ ἐκπεριέλθῃ καὶ τοῦδε τοῦ ἀκοντισμοῦ τὸ

第二次冲锋携两支长枪进行,骑手必须在策马直驰的过程中,将这两支长枪尽可能精准地掷向目标。而当这一投掷的……也轮转完毕时,

语法注2 条
  1. 41.2μίαν δὲ λόγχην φέροντας, τήνδε πρὶν πελάσαι τῷ βήματι χρὴ ... ἐξακοντίσαι τοῦ σκοποῦ στοχαζομένους

    分词 φέροντας 与 στοχαζομένους 均为阳性复数宾格,充当非人称动词 χρή 所统辖不定式 ἐξακοντίσαι 的逻辑主语,语法上脱离了前一分句的主语 αἱ τάξεις(阴性复数)。

  2. 41.4ὀρθῷ ἐπελαύνοντα τῷ ἵππῳ

    ἐπελαύνοντα 为单数宾格分词,充当非人称动词 χρή 与不定式 ἐξακοντίσαι 结构中的泛指逻辑主语;ὀρθῷ τῷ ἵππῳ 为方式或手段与格,意为“策马直向奔驰”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:41.1-41.4