- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:40.1-40.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安详细阐述了源自伊比利亚的“坎塔布里亚冲锋”阵形以及用重木枪投击盾牌的操作要领,接着说明了展示骑术熟练度的连续投枪训练规则,并强调恪守规范而非取巧博赞的价值。
γίγνεται, ὡς δοκεῖν ἔμοιγε1 ἀπὸ Καντάβρων Ἰβηρικοῦ γένους τοῦτο ὀνομασθεῖσα, ὅτι ἐκεῖθεν αὐτὴν προσεποίησαν σφίσι Ῥωμαῖοι.
便展开了。在我看来,它之所以如此得名,乃是源于伊比利亚的一支部族坎塔布里亚人,因为罗马人正是从那里将此战术收归己用的。
ἔχει ὧδε. ἡ προβολὴ μὲν ἡ τῶν ἱππίων, καθάπερ ἐξ ἀρχῆς, ἐν ἀριστερᾷ τοῦ βήματος πεφραγμένη ἐκτέτακται, πλήν γε δὴ τῶν δύο ἱππέων τῶν ἐκδεχομένων τὰ ἐπʼ εὐθὺ ἀκόντια.
其操演如下:骑兵的防线一如最初,在检阅台左侧紧密布设排开,唯有负责正面迎接标枪的两名骑兵除外。
ἐπελαύνουσι δὲ ἀπὸ τῶν δεξιῶν ὥσπερ καὶ τὸ πρόσθεν ἐγκλίνοντες ἐπὶ δόρυ, ἐπελαυνόντων δὲ αὐτῶν ἐν ἀριστερᾷ τοῦ βήματος ἀρξαμένη ἄλλη ἐπέλασις γίγνεται ἐς κύκλον ἐπιστρέφουσα.
骑兵们像先前一样向枪侧倾斜,从右侧发起冲锋;而在他们冲锋之际,另一次自检阅台左侧开始的冲锋则兜转成圆圈展开。
οἱ δὲ ἱππῆς οὗτοι οὐκ ἀκοντίοις κούφοις διαχρῶνται ἔτι, ἀλλὰ ξυστοῖς δόρασιν, ἀσιδήροις μέν, τῷ βάρει δὲ οὔτε τοῖς ἐξακοντίζουσιν εὐφόροις, οὔτε ἐφʼ οὕς ἐκπέμπεται ἀκινδύνοις.
这些骑兵所使用的已不再是轻标枪,而是刨光的木枪;这些枪虽无铁镞,但因其沉重,既不便于投掷者施力,对被投掷的目标而言也并非毫无危险。
καὶ ἐπὶ τῷδε παραγγέλλεται μήτε τοῦ κράνους στοχάζεσθαι τῶν παριππευόντων μήτε ἐς τὸν ἵππον τὸ δόρυ2 μεθιέναι, ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα καὶ παραγυμνῶσαί τι τῆς πλευρᾶς ἢ ἐκφῆναι τοῦ νώτου ἐπιστραφέντα, αὐτοῦ δὴ τοῦ θυρεοῦ στοχαζόμενον ὡς Βιαιότατα ἐναράξαι τὸ δόρυ. καὶ τὸ ἀκριβὲς τοῦδε τοῦ ἔργου ἐν τοῖσδʼ ἐστίν, εἰ ὡς ἐγγυτάτω τοῖς παριππεύουσι πελάσας ὁ ἐς τὸν Κανταβρικὸν τοῦτον κύκλον καθεστηκὼς ὡς μάλιστα κατὰ μέσου τοῦ θυρεοῦ τὸ δόρυ ἐξακοντίσειεν, τὸ δʼ ἐμπεσὸν τῷ θυρεῷ κτυπήσειεν ἢ καὶ διέλθοι διʼ αὐτοῦ διαμπάξ, καὶ ὁ δεύτερος ἐπὶ τούτῳ τοῦ δευτέρου ἐξίκοιτο, καὶ ὁ τρίτος ὡσαύτως τοῦ τρίτου, καὶ οἱ ἐφεξῆς τῶν ἐφεξῆς ἐν στοίχῳ κατὰ τὰ αὐτά.
对此有训令要求:既不得瞄准掠骑者的头盔,亦不可将长枪射向马匹,而是在骑手倾侧身体暴露出肋部、或因旋回而露出后背之前,径直瞄准其盾牌本身,以尽可能猛烈的力量将枪撞击其上。而该动作的精湛之处在于:处于这一坎塔布里亚圆圈中的骑兵,尽可能贴近掠骑而过者,尽可能将长枪掷向盾牌的正中央,而长枪击中盾牌时发出巨响、乃至完全穿透盾牌;紧随其后的第二人命中第二人,第三人同样命中第三人,队列中后继者亦依序如法炮制。
ὅ τε γὰρ κτύπος ἀμέλει ἐκπληκτικός, καὶ ὁ ἐξελιγμὸς ἐν τῷ τοιῷδε εὐσχήμων φαίνεται, καὶ τοῖς μὲν εὐστοχίας τε καὶ σφοδρότητος ἐν τῷ ἀκοντισμῷ μελέτη γίγνεται, τοῖς δὲ ἀσφαλείας τε καὶ φυλακῆς πρὸς τοὺς ἐπιόντας.
因为那撞击之声无疑震撼人心,在此情形下的回旋调动亦显得极具风采;这不仅使一方操练了投掷中的准度与力道,也使另一方操练了针对来袭者的防护与安全。
ἐπὶ τούτοις δὲ τῆς συνεχείας τοῦ ἐξακοντισμοῦ μελέτη τε καὶ ἐπίδειξις ποιεῖται ἐκ τῶν ἱππέων οὐ πάντων — οὐ γὰρ πάντες ἐπιτήδειοι ἐς τήνδε τὴν ὀξύτητα —, ἀλλὰ γὰρ ὅσοι αὐτῶν ἄκροι ἐς ἱππικήν.
在这些动作之外,还要由骑兵们操演并展示连续投掷的技术;这并非由全体骑兵进行——因为并非所有人都适宜此种迅疾之技——而是由其中骑术最顶尖者担纲。
οὗτοι καθιστᾶσι μὲν τοὺς ἵππους, ἐν δεξιᾷ ἔχοντες ἄκρον τὸ βῆμα, ἐκεῖθεν δὲ ἀτρέμα προϊόντος τοῦ ἵππου ἔστε ἐπὶ τὴν ὀφρῦν τοῦ ἐσκαμμένου χωρίου, χρὴ ὡς πλεῖστα καὶ ὡς συνεχέστατα καὶ ὡς ἐπὶ μήκιστόν τε καὶ ἅμα κραδαινόμενα ἐς τὸ ἀνώμαλον μεθιέναι τὰ ἀκόντια.
这些人整顿战马,使检阅台边缘处于其右侧,由此处在马匹平稳行进直至掘壕区域的边缘期间,必须尽可能多、尽可能连续、尽可能远且伴随着剧烈振颤,向着凹凸不平的地面投出标枪。
καὶ ἀγαθὸς μὲν ὅστις πεντεκαίδεκα ἀκόντια μεθιέναι ὡς χρὴ πρὶν ἐκβῆναι τοῦδε τοῦ χωρίου τὸν ἵππον ἐξήνυσεν. πολὺ δὲ τούτου ἐνδικώτερον ἐπαινοῖτο ἂν ὅστις καὶ ἐς τὰ εἴκοσι προύβη.
凡能在马匹迈出该区域之前按规矩完成投掷十五支标枪者,已属优秀;而若能达到二十支者,则应受到远为名正言顺的赞誉。
ὡς τό γε ὑπὲρ ταῦτα οὐκέτι τῆς ἀκριβείας ἐχομένων γίγνεται,3 ἀλλὰ κλεπτόντων τὸ πολὺ κατὰ τὴν στάσιν τοῦ ἵππου ἐπὶ πλέον γιγνομένην, ὡς ἔτι ἑστηκότος φθάσαι δύο ἢ τρία ἀκοντίσαι, ἢ ὑπερβάντος τὴν ὀφρῦν τοῦ ἐσκαμμένου, ἀλλʼ ἔγωγε πολὺ μᾶλλον ἐπαινῶ τὸ ἐννόμως δρώμενον ἤπερ τὸ ἐς ἔκπληξιν τῶν ὁρώντων σοφιζόμενον.
因为超出此数的操作,已不再属于恪守规范之人,而大多是靠着拖长马匹停驻的时间来作弊,即趁马匹尚驻立未动时抢先投出两三支,抑或是越过了掘壕区域的边缘之后才投出;但我个人所赞赏的,远在于合乎规矩的动作,而非为了博得观者惊叹而施弄的取巧手段。
- 40.1ὡς δοκεῖν ἔμοιγε
带 ὡς 的绝对不定式结构(absolute infinitive),作状语限制整句的判断范围,意为“在我看来”或“依我之见”。
- 40.4ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα ... ἐναράξαι τὸ δόρυ
由 πρὶν 引导的不定式从句(包含 ἐγκλῖναι 以及由 ἤ 并列的 ἐκφῆναι)作为插入时间状语,主干不定式 ἐναράξαι 则承接上文的 παραγγέλλεται,构成指令内容的核心:在对方骑手倾身或露背之前,将枪狠狠击向盾牌本身。
- 40.11ὡς τό γε ὑπὲρ ταῦτα οὐκέτι τῆς ἀκριβείας ἐχομένων γίγνεται
τῆς ἀκριβείας ἐχομένων 是动词 ἔχομαι(支配属格,意为“坚持、坚守”)的现在分词属格复数,在此作表语性质的从属属格与 γίγνεται 连用,修饰主语 τό γε ὑπὲρ ταῦτα(“超过此数者”),意为“不再属于恪守规矩之人的做法”。后文的 ἀλλὰ κλεπτόντων 亦与该属格并列呼应。
