← 阿利安

战术

§3.1-3.5

步兵三大兵种分类及其武器装备

作者将步兵武装大体分为重装步兵、轻装步兵与轻盾兵三类,并分别说明了各类兵种的武器防具特征,以及重装步兵在头盔、胫甲与胸甲上的具体形态差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ἡ ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν,1 τριχῆ νενέμηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας ἔχει καὶ ἀσπίδας ἢ θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, ἢ σαρίσας, ὡς Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα, ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἢ ἀκοντίοις ἢ σφενδόναις ἢ λίθοις ἐκ χειρός.

另一方面,步兵与骑兵的阵型与武装则是多式多样且千变万化的。首先就步兵的武装而言,若作最粗略的划分,可分为三类:重装步兵、轻装步兵和轻盾兵。其中装备最沉重的重装步兵配有胸甲、圆盾或长盾、剑,以及像希腊人那样的矛,或像马其顿人那样的萨里沙长枪。 而轻装步兵在一切方面都与重装步兵截然相反,因为他们不着胸甲、盾牌、胫甲和头盔,而是全凭远射武器作战,如箭矢、标枪、投石索或徒手投掷的石块。

§3.4

τὸ πελταστικόν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλιτικοῦ — ἡ γὰρ πέλτη σμικροτέρα τῆς ἀσπίδος καὶ ἐλαφροτέρα, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα2 —, βαρύτερον δὲ τοῦ ψιλοῦ τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, ἢ πῖλοι Λακωνικοὶ ἢ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλλησιν, ἢ ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.3

轻盾兵则恰好比重装步兵轻便——因为轻盾比圆盾更小更轻,标枪也比枪和萨里沙长枪更短小——但比轻装步兵更重。而在严密且沉重的重装步兵身上,还配有头盔,或者拉科尼亚式或阿卡迪亚式的皮洛斯帽,以及胫甲,或是像古代希腊人那样双腿着甲,或是像罗马人那样仅在战斗中向前迈出的一条腿前佩戴一只胫甲;还有胸甲,有些是鳞甲,有些则是用细铁环编结而成的锁子甲。

语法注3 条
  1. 3.1ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν

    由 ὡς 引导的不定式 τεμεῖν(τέμνω 的不定过去时主动不定式)构成的独立限定结构,表示“若……作划分的话”。ἐς τὰ ἀνωτάτω(字面意为“向着最高处”)作副词性短语,意为“从最高层级/最概括的分类来看”。

  2. 3.4τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα

    分词 λειπόμενα(λείπω 的中被动态分词)支配属格 τῶν δοράτων καὶ τῶν σαρισῶν,构成比较/不及之属格,意为“(在尺寸、分量上)不及/短于普通的枪和萨里沙长枪”。

  3. 3.5οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι

    代词 οἳ μὲν ... οἳ δὲ ... 同样使用主格,与前面的阳性复数主格名词 θώρακες 构成部分同位语(partitive apposition),将胸甲分述为鱼鳞甲与锁子甲两种类型。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:3.1-3.5