← 阿利安

战术

§34.1-34.7

骑兵演练场的准备与华丽装备

文中记述了骑兵训练场地正方形马场的修整方式,随后详尽描绘了骑手们华丽的头盔、面具、饰毛、盾牌、短袍、紧身裤以及战马的前额护甲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλʼ ἐς τοσόνδε προσεξεργάζονται, ὥστε σκάπτειν τε τὸ μέσον αὐτοῦ ἐς βάθος σύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητά τε καὶ μαλθακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα.1

至于他们举行训练的场地,他们不仅选择平坦之地,而且精心修整到如此地步:将其中央部分挖掘至适宜的深度,并将土块捣碎使之细腻松软,从整片平原中将检阅台前方的区域划隔成等边四边形(正方形)。

§34.2

αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς ἢ χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατʼ ἀξίωσιν αὐτῶν διαπρεπεῖς ἢ καθʼ ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις.

骑兵们自身全身披甲出场:凡是在地位上显赫或骑术上过人者,都佩戴铁质或鎏金青铜的头盔,以便单凭这一点也能将观众的目光吸引到自己身上。

§34.3

τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ ἐς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλʼ ἴσα πάντη τοῖς προσώποις πεποίηται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει.2

这些头盔并非如作战头盔那样仅遮护头部与双颊的前方,而是完全依照骑兵的面孔贴合制作,眼部留有孔口,以提供对视力的防护,且不致遮挡视线。

§34.4

χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἢ ἐς κάλλος τοῦ ἔργου· καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, ἡδίους φαίνονται ἀπαιωρούμεναι.

头盔上垂挂着黄色的发冠饰毛,这与其说是为了实用,不如说是为了展示之美;而在战马奔驰冲刺之时,纵使只有微风拂过,飘扬翻飞的饰毛亦显得尤为赏心悦目。

§34.5

καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ ἐς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπʼ ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποικιλμένους· ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια,3ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χρόαν οἳ μὲν κόκκου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα· ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ προσεσφιγμένας τοῖν σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρίβειαν πεφραγμένοι εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέονται· ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων κακόν τι ἂν ἀπεργάσαιτο, ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλως τε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῆ προσπίπτει. πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον

他们亦携带着盾牌,并非作战所用之盾,而是重量更轻——因为他们是以敏捷与华美为旨归进行演练——且饰以悦目纹样的盾牌;至于取代胸甲的,则是辛梅里亚式的短袍,其规格形制与胸甲相埒,至于色泽,有些人的是绯红,有些人的是风信子紫,有些人的则五彩斑斓地缀饰着;双腿上套着长裤,并非如帕提亚人和亚美尼亚人那般宽松肥大,而是紧裹双腿。他们的战马亦配备有严整的前额面甲,却全然不需要护胁甲;因为演练用的标枪未装铁镞,虽可能对战马的眼睛造成伤害,但落在战马的胁腹上却是无害的,况且胁腹的大部已被鞍褥所遮护。首先,他们向指定的位置发起冲锋,

语法注3 条
  1. 34.1ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα

    分词 ἀποτεμνόμενοι 表示伴随状况或手段,修饰场地的修整过程。τοῦ παντὸς πεδίου 为部分属格或分离属格(“从整个平原中划出”),τὸ πρὸ τοῦ βήματος(检阅台前方区域)充当直接宾语。πλαισίου ἰσοπλεύρου σχῆμα 指等边四边形,即正方形场地。

  2. 34.3ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει

    关系词 ὅσον 引导程度或限制结构,后接不定式 σκέπην παρέχειν(“仅足以提供防护”)。分词短语 μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα 表示附带条件(“不阻碍视线”)。

  3. 34.5ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια

    此处省略了支配动词,既可承前省略 φέρουσιν(佩戴、携带),亦可理解为省略了表示穿戴的动词(如 ἐνδύονται)。宾格的 Κιμμερικὰ χιτώνια 以及随后的 ἀναξυρίδας 作为列举装备的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:34.1-34.7