← 阿利安

战术

§33.1-33.6

吸收外族制度与转入骑兵训练

作者解释了罗马骑兵术语混杂外族语汇的原因,指出罗马人一贯善于从各地吸纳优良的武器、制度、宗教与法律,随后声明将正式转入对骑兵训练的详述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

τῶν ὀνομάτων ἑκάστων,1 ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλʼ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.

每一具体名称的阐明〔是困难的〕,因为即使对罗马人自己而言,大部分名称并不属于祖传的语言,反而有些是出自伊比利亚人或凯尔特人的语言;这是由于在凯尔特骑兵于战阵中为他们赢得极高声誉之后,他们将本属凯尔特的事物本身采纳了过来。

§33.2

εἰ γάρ τοι ἐπʼ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο.2

因为若在其他任何事上值得赞赏,罗马人在此事上也确实值得赞赏:与其说他们珍爱自身固有与祖传的事物,不如说他们从各地择选优良之物据为己有。

§33.3

οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρʼ ἄλλων λαβόντας — καὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰ παρʼ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρʼ ἄλλων λαβόντες ὡς οἰκείους σέβουσιν. τὰ γοῦν ἐπʼ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων. δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια· καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὂν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δʼ ἡ Ῥέα, ἀφʼ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται.3

如此,你便能发现他们从旁人处采纳了若干武装——如今这些已被称作罗马武装,盖因罗马人最善于运用它们——亦从旁人处采纳了军事训练、行政官的坐椅与镶紫边之袍服。甚至连诸神本身,他们亦从不同民族中采纳不同的神,作为自家的神明予以崇奉。 至少,为诸神举行的仪节至今仍被传为部分依阿该亚人的规矩而行,部分依希腊人的通用规矩而行。亦有些仪节是依弗里吉亚之俗而行:事实上,弗里吉亚的瑞亚自佩西努斯而来并受到他们的尊奉,关于阿提斯的哀悼虽属弗里吉亚之礼却在罗马哀悼,而且那沐浴,瑞亚在终结哀悼之后,亦是依弗里吉亚人之俗沐浴。

§33.5

καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, τοὺς πολλοὺς εὕροις ἂν παρʼ Ἀθηναίων λαβόντας.

再者,在他们最初镌刻于十二铜表的法律中,你亦能发现大多是取自雅典人。

§33.6

καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα· ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.

若要一一详考这些事物各自的情状及其源于何人采纳,将是一桩浩繁的工作;而对于我而言,已是论述骑兵训练的时刻了。

语法注3 条
  1. 33.1τῶν ὀνομάτων ἑκάστων

    此为修饰前一语段末尾名词短语 τὴν δήλωσιν 的宾格性属格。该属格短语跨越句子边界置于句首,在逻辑上补足了前句“χαλεπὴν ἐσομένην τὴν δήλωσιν”的语义。

  2. 33.2οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο

    此为 οὐκ οὕτω... ὡς... 的关联句式,意为“与其说……,不如说……”,强调与其说他们珍爱自身传统,不如说他们从各地择取优长据为己有。ὡς 从句中的过去直陈式 ἐποιήσαντο 陈述比较后项的对比事实。

  3. 33.4τὸ λουτρὸν δʼ ἡ Ῥέα, ἀφʼ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται

    中间态动词 λοῦται 支配同族宾格(内在宾格)τὸ λουτρὸν(字面为“沐浴该浴”)。ἀφʼ οὗ 起连词作用表示“在……之后”,动词 λήγει 则支配分离属格 τοῦ πένθους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:33.1-33.6