- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:35.1-35.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
骑兵们华丽地冲入检阅场,运用罗马式军旗以及形如巨蛇的斯基泰式迎风龙旗,不仅展现威容,更在复杂的回旋突击中有效引导队列、防止碰撞。
πεδίον γίγνεται ὡς διαπρεπέστατα ἐς κάλλος καὶ λαμπρότητα ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐξελαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλʼ ὡς ἔνι ποικίλην τὴν ἐκδρομὴν ποιεῖσθαι.
冲锋指向指定的地方,即一片为了华美与光彩而极尽壮丽整饬的空场;他们从最能显得仿佛是从隐蔽之处奔驰而出的方位出发,实施的不是单调、而是尽可能富于变化的突击。
σημείοις δὲ διακεκριμένοις ἐπελαύνουσιν, οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθικοῖς, τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν.1
他们列于各具识别特征的军旗之下冲锋,不仅使用罗马式的旗帜,而且使用斯基泰式的旗帜,好让冲锋变得更加多样且同时更具威慑感。
τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κοντῶν ἐν μήκει συμμέτρῳ δράκοντες ἀπαιωρούμενοι. ποιοῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάς τε κεφαλὰς καὶ τὸ σῶμα πᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι ὄφεσιν, ὡς φοβερώτατα οἷόν τε εἰκασθῆναι. καὶ τὰ σοφίσματα ταῦτα.
斯基泰式的军旗乃是悬挂在适度长度的竿上的长龙。它们是用染色的织物拼缝而成,从头部直至尾部整个身躯都被仿造得像蛇一样,务求制作得极尽恐怖逼真。这些巧妙的构制如下:
ἀτρεμούντων μὲν τῶν ἵππων οὐδὲν πλέον ἢ ῥάκη ἄν ἴδοις πεποικιλμένα ἐς τὸ κάτω ἀποκρεμάμενα, ἐλαυνομένων δὲ ἐμπνεόμενα ἐξογκοῦται, ὥστε ὡς μάλιστα τοῖς θηρίοις ἐπεοικέναι, καί τι καὶ ἐπισυρίζειν πρὸς τὴν ἄγαν κίνησιν ὑπὸ τῇ πνοῇ βιαίᾳ διερχομένῃ. μένῃ.
战马静止不动时,你所见到的不过是垂挂向下的彩色碎布而已;但当战马疾驰时,它们迎风鼓胀,以致极度拟真如真实的巨兽,并且由于强风穿流而过,在剧烈运动中甚至会发出某种尖厉的呼啸声。
καὶ ταῦτα τὰ σημεῖα οὐ τῇ ὄψει μόνον ἡδονὴν ἢ ἔκπληξιν παρέχει, ἀλλὰ καὶ ἐς διάκρισιν τῆς ἐπελάσεως καὶ τὸ μὴ ἐμπίπτειν ἀλλήλαις τὰς τάξεις ὠφέλιμα γίγνεται. οἱ μὲν γὰρ φέροντες αὐτά, οἱ δαημονέστατοι τῶν ἐξελιγμῶν τε καὶ ἐπιστροφῶν, ἐς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἄλλας ἐπʼ εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν, ὅτι μὴ ἕπεσθαι2 τῷ οἰκείῳ ἕκαστοι σημείῳ.
而且这些军旗不仅在视觉上带来愉悦或惊叹,对于冲锋路线的区分以及防止各个行列互相冲撞亦大有裨益。因为扛旗之人,即在各种回旋与转向中最具经验者,是为了不同的环形转圈或各式各样向前笔直的突击而挑选出来的,而广大的众骑兵除了各自跟随本部的军旗外,未曾接受过任何别的训练。
καὶ οὕτω ποικίλαι μὲν αἱ ἐπιστροφαί, πολυειδεῖς δὲ οἱ ἐξελιγμοί, πολύτροποι δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται. συνενεχθὲν δὲ σημεῖον σημείῳ ἢ ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξειεν ἂν τὴν πᾶσαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείρειε τοῦ ἔργου.
于是,转弯是多样的,回旋是多形态的,在此处和彼处实施的冲锋千变万化,各队阵列却依然井然不乱。然而,一旦旗帜与旗帜相撞,或者战马与战马相触,便会扰乱整个阵列,不仅毁掉整个演练的华美,也会断送其实用的价值。
- 35.2τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν
由中性单数属格冠词 τοῦ 与不定式 γίγνεσθαι 构成的“表目的的带冠词不定式属格”,其逻辑主语为宾格的 τὴν ἐπέλασιν。虽然有时带冠词不定式属格可表结果,但在后古典希腊语尤其是军事文献中,τοῦ 引导不定式是表示目的(相当于 ἵνα 或 ὅπως 引导的目的从句)的标准句式。
- 35.6ὅτι μὴ ἕπεσθαι
习惯搭配 οὐδὲν ἄλλο ... ὅτι μή,意为“除……之外没有别的”。连接短语 ὅτι μή 起除外连词的作用(相当于 πλὴν εἰ,“除了”),其后接不定式 ἕπεσθαι 作为动词 μεμελέτηκεν 的宾语补足成分。
