- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:2.1-2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了使读者便于理解,作者从陆战与海战、战斗人员与非战斗人员的区分入手展开军事分类,并系统阐述陆军中步兵、骑兵、战象与战车的诸种特征。
ὡς οὖν εὐγνωστότατα ἔσται1 τοῖς ἐντυγχάνουσι τά τε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν ἐς τὸν πόλεμον ἣ μέν τις κατὰ γῆν τυγχάνει οὖσα, ἣ δὲ διὰ θαλάσσης· καὶ γὰρ οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δʼ ἐν θαλάσσῃ. τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου ἕνεκα ἠθροισμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν ἢ καπηλικόν. τοῦ δὲ αὖ ἐν γῇ μαχίμου τὸ μέν ἐστι πεζικόν, τὸ δʼ ἐπʼ ὀχήματος ἄλλου καὶ ἄλλου. καὶ τῆς δευτέρας ἰδέας τὸ μὲν ἱππικόν, ὅπερ ἵπποις χρῆται, τὸ δʼ ἐπὶ ἐλεφάντων, καθάπερ τὰ Ἰνδῶν στρατόπεδα καὶ τὰ Αἰθιοπικά, χρόνῳ δʼ ὕστερον καὶ Μακεδόνες καὶ Καρχηδόνιοι καί που καὶ Ῥωμαῖοι.
因此,为了使读者能够极清晰地理解这些事象与其名称,我将从以下这点开始论述:即在一切战争的准备之中,一种是在陆上的,另一种则是在海上的;因为事实上,与敌人的作战有些是在陆地进行,有些则在海面进行。而在无论以何种方式作战的人员中,一部分是战斗人员,即士兵本身;另一部分则是为战斗人员而集结的辅助人员,诸如雇工、医护、商人或小贩之类。 而在陆上战斗人员中,一部分是步兵,另一部分则是乘坐各种不同乘具的人员。在后一类别中,一部分是使用马匹的骑兵,另一部分则是驾驭大象的部队,例如印度人和埃塞俄比亚人的军队,以及后来的马其顿人、迦太基人,或许还有罗马人的军队。
τοῦ δὲ ἀφʼ ἵππων μαχητικοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἀφʼ ἁρμάτων. καὶ τοῦ ἱππικοῦ οἳ ἱππῆς, οἳ δὲ ἄμφιπποι· ἱππῆς μὲν οἱ ἐφʼ ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπʼ ἄλλου ἐς ἄλλον. ἡ μὲν δὴ ἀπὸ τῶν ἐλεφάντων μάχη ἁπλῆ ἐστιν, πλήν γε δὴ ὅτι πύργους ἔφερον ἔστιν ὅτε οἱ ἐλέφαντες· τῶν δὲ καὶ οἱ ὀδόντες σιδήρῳ ὀξεῖ ὡπλισμένοι ἦσαν, τοῦ τε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀποθραύεσθαι εὐπετῶς.2 ἡ δὲ ἀπὸ τῶν ἁρμάτων μάχη πολυειδεστέρα ταύτης· ἢ γὰρ ψιλὰ ἦν τὰ ἅρματα, καθάπερ τὰ Τρωϊκά, ἢ δρεπανηφόρα, ὡς ὕστερον τὰ Περσικά, καὶ ἢ πεφραγμένων τῶν ἵππων ἢ ἀφράκτων, καὶ ἢ ἁπλοῦ τοῦ ῥυμοῦ ἢ διπλοῦ,3 τὰ καὶ πολύρρυμα.
在以马作战的部队中,一部分可狭义地称为骑兵,另一部分则是战车兵。而在骑兵之中,有些是单马骑手,有些是双马骑手;单马骑手是乘坐单匹马的人,双马骑手则是乘骑两匹没有鞍垫且连接在一起的马、以便能从一匹跳向另一匹的人。由大象进行的战斗确实相对单纯,只是大象有时会搭载战楼;象牙有时也装配锋利的铁器,以便更具切割力且不易折断。然而以战车进行的战斗却比这更为多变;因为战车要么是简易无刃的,如同特洛伊人的战车,要么是装有镰刃的,如同后来的波斯战车;并且马匹要么披甲,要么不披甲;车辕要么是单辕,要么是双辕,有些战车甚至有多根车辕。
- 2.1ὡς οὖν εὐγνωστότατα ἔσται
连词 ὡς 与将来时直陈式(ἔσται)连用,引导目的从句(“为了能够……”)。在古典及希腊化时期的希腊语中,使用 ὅπως 或 ὡς 加将来时直陈式表示目的是常见用法。
- 2.4τοῦ τε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀποθραύεσθαι εὐπετῶς
带定冠词属格的不定式结构(τοῦ ... εἶναι, τοῦ ... ἀποθραύεσθαι)在此表示目的(“为了……”)。谓语比较级形容词 τομώτεροι 采用主格复数,是因为它在文意和语法上呼应了主句的主语“象牙”(ὀδόντες)。
- 2.5πεφραγμένων τῶν ἵππων ἢ ἀφράκτων, καὶ ἢ ἁπλοῦ τοῦ ῥυμοῦ ἢ διπλοῦ
此处包含两组平行的独立属格结构(genitive absolute),用来对主句(ἦν τὰ ἅρματα)补充说明伴随情况:一是马匹披甲与否的状态(πεφραγμένων / ἀφράκτων),二是车辕为单辕或双辕的构造(ἁπλοῦ / διπλοῦ)。
