← 阿利安

战术

§1.1-1.3

评析前人战术著作与写作缘由

作者列举了前人的战术学著作,指出其以读者已知为前提因而术语难解的缺陷,并说明自己旨在首先廓清这些晦涩之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλʼ ἄλλος οὗτος Κλέαρχος. καὶ μὴν καὶ Παυσανίου ἐστὶ συγγράμματα ὑπὲρ τούτων, εὕροις δʼ ἂν καὶ Εὐαγγέλου ἄττα καὶ Πολυβίου τοῦ Ἀρκάδος, ὃς καὶ Σκηπίωνι τῷ Ῥωμαίῳ συνεγένετο, πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμοῦντι ἄλλους τε καὶ ἐν ᾧ1 Καρχηδόνα τὴν ἐν Λιβύῃ εἷλέν τε καὶ ἠνδραπόδισεν. συγγέγραπται δὲ ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει,2 οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλʼ ἄλλῳ τούτῳ. Ποσειδώνιος δὲ ὁ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας κατέλιπεν.

皮洛士之子,以及克利阿科斯——并非率领万名希腊人反抗国王的那位,而是这另一个克利阿科斯。确实,也有鲍萨尼亚斯论述这些事情的著作,你也能找到埃万格鲁斯的若干篇章,以及阿卡迪亚人波利比乌斯的著作;波利比乌斯曾陪伴罗马人西庇阿,当时西庇阿正历经多次伟大的战争,除了其他战事外,尤以攻取利比亚的迦太基并掳掠其民为奴的那场为著。欧波勒摩斯与伊菲克拉特斯——并非那位雅典将军,而是这另一个——也曾就这些问题撰写过一些东西。罗德岛的波塞多尼乌斯也曾撰写并留下一部战术著作。

§1.2

ἔστι δὲ σύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ3 μάλιστα οὐκ ὠφέλιμα, ὅτι ὡς πρὸς εἰδότας συγγέγραπται. καὶ τοίνυν τὰ ὀνόματα τῆς τε ὁπλίσεως ἑκάστης καὶ τῆς τάξεως οἳ μὲν ὡς γνώριμα ἀνέγραψαν, τὰ δέ ἐστιν4 εἰ μὴ ἐξηγήσαιο πάντη ἄγνωστα.

然而,所有这些著作在这一点上尤其无益:它们全都是如同针对已经通晓之人而撰写的。因此,关于各种武装及阵型的名称,有人是当作已知之物记录下来的,但若无人解释,这些名称便完全不可理解。

§1.3

τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν.5

正因如此,我认为首先应当补救他们文字的晦涩。

语法注5 条
  1. 1.1ἐν ᾧ

    先行词名词(πολέμῳ)被省略,句式骨架为 ἄλλους τε καὶ [ἐκεῖνον τὸν πόλεμον] ἐν ᾧ...,意为“在其他许多战争,尤其是在攻陷迦太基的那场战争中”。

  2. 1.1Εὐπολέμῳ καὶ Ἰφικράτει

    配合完成时被动态动词 συγγέγραπται 使用的行为者与格(dativus auctoris),表示“由欧波勒摩斯和伊菲克拉特斯所著”。

  3. 1.2ἐκείνῃ

    限制/观点的与格或副词用法,与后文的 ὅτι 从句相呼应,表示“在那一点上(即因……缘故)特别无益”。

  4. 1.2οἳ μὲν ὡς γνώριμα ἀνέγραψαν, τὰ δέ ἐστιν

    句首的 τὰ ὀνόματα 是提前的前置宾格。其后分岔为两项:οἳ μέν 指代先前的著述者们(阳性主语,“有些人将其记为熟知”),而相对的 τὰ δέ 则承接 τὰ ὀνόματα 作中性主语(“而这些名称却是……”),主语的性与指代对象发生了交替。

  5. 1.3τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν

    τοῦτο αὐτό 作副词性宾格或内动宾格,先预指或同格指向后文的不定词短语 ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν(“正是在这一点上/正因如此,即纠正其晦涩之处……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:1.1-1.3