- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:11.1-11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节阐述方阵根据战况与敌情(援引伊帕密浓达的战例及对付游牧骑兵的策略)在横宽与纵深上的伸缩调节与密度变换,定义了“密集”与“合盾”,并详述源自合盾的罗马龟甲阵的构造及其坚不可摧的防护力。
τάσσεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέρα, εἰ ἥ τε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, κατὰ βάθος δὲ ὅπου πυκνοτέρα, εἰ αὐτῇ τῇ πυκνότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι — καθάπερ Ἐπαμεινώνδας ἔν τε Λεύκτροις αὐτοὺς Θηβαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιωτούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν Λακεδαιμονίων —, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάτας τε καὶ τοὺς Σκύθας, χρὴ τάσσειν.1
方阵在地形允许且更为有利之处,便展开横宽而排得较为松散;但在需要以密集队形和冲击力击破敌军之时——正如伊帕密浓达在留克特拉部署底比斯军本身,在曼丁尼亚部署全体玻俄提亚军那样,将他们构成冲角之势推向斯巴达军的阵列——抑或在必须击退来犯之敌时(如对抗萨乌罗马泰人与斯基泰人时那样),则应当将其排得更为密集、具有纵深。
καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παραστάτην τε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκός τε καὶ βάθος·
所谓“密集”(pyknosis),就是无论在相邻并列还是前后顺次上——即在宽度与纵深上——从较为松散的状态聚拢为更为紧密的状态。
συνασπισμὸς δὲ ἐπὰν ἐς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα, ὥστε διὰ τὴν συνέχειαν μηδὲ κλίσιν τὴν ἐφʼ ἑκάτερα ἔτʼ ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συνασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ μὲν τετράγωνον, ἔστι δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτερομήκη ἢ ὅπως ἂν προχωρῇ.
所谓“合盾”(synaspismos),则是指将方阵密集到这种程度:由于战士彼此紧密相连,阵列甚至不再容许向两侧作任何转向。罗马人正是由此合盾状态构成龟甲阵(testudo),大多为方形,但有时亦为圆形、长方形,或视实际可行之情形而定。
οἱ μὲν ἐν κύκλῳ τοῦ πλινθίου ἢ τοῦ κύκλου ἑστηκότες τοὺς θυρεοὺς προβέβληνται πρὸ σφῶν, οἱ δʼ ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κεφαλῶν ἄλλος ὑπὲρ ἄλλου ὑπεραιωρήσας προβάλλεται.2
站立在方阵或圆圈外围者将大盾遮护于自身前方,而立于其后列者则各自在头顶上方将盾牌高悬于另一人之上,向前平覆。
καὶ τὸ πᾶν οὕτως ἀκριβῶς φράσσεται, ὥστε καὶ ἀκοντιστὰς ἄνωθεν καθάπερ ἐπὶ στέγης διαθέοντας δέχεσθαι, καὶ λίθους ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν,3 ἀλλὰ κατακυλιομένους τῇ ῥύμῃ ὑπερπίπτειν ἐς τὸ δάπεδον.
整体被遮护得如此紧密,以至于不仅能承载标枪手如履平顶般在上面奔行,甚至重如车舆的大石也无法砸碎这一闭合防御,反而在冲势下顺坡滚落跌至地面。
- 11.1τάσσεται δὲ ἡ φάλαγξ ... χρὴ τάσσειν.
句子破格(anacoluthon):全句以主句动词 τάσσεται(现在时被动直陈式)开始,在经历了较长的插入语(καθάπερ...)和若干条件从句(εἰ δέοι...)后,句末以非人称结构 χρὴ τάσσειν(“应当部署”)再次作结,实际上重述并收束了起初的主句意图。
- 11.5οἱ δʼ ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κεφαλῶν ἄλλος ὑπὲρ ἄλλου ὑπεραιωρήσας προβάλλεται.
部分主语的数配合同化:语法主语是复数分词短语 οἱ δʼ ἐφεστηκότες(“立于其后者”),但由于表示分指各个士兵的个体主语 ἄλλος(“一人……一人”)的影响,分词 ὑπεραιωρήσας 和限定动词 προβάλλεται 均采用了单数形式。
- 11.6λίθους ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν
λίθους ἁμαξιαίους 为宾格复数,作为结果连词 ὥστε 所引出的不定式 διαλύειν 的逻辑主语(宾格不定式结构):“车舆般大小的巨石亦不能砸碎其紧闭之阵”。
