- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:10.1-10.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详尽列出了从双连(32人)直至包含全军的四重方阵大军(16,384人)之重装步兵层级编制体系,以及各级建制单位与指挥官的名称。
οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται,1 ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτων ἡγούμενος· οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.
确实,两个小队被称为双连(dilochia),由三十二人组成,其长官为双连长(dilochites);四个小队则为四连(tetrarchia),其长官四连长(tetrarchos)为六十四人的首领。
αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος ταξίαρχος.
两个四连为一个营(taxis),包含八个小队、一百二十八人,其长官为营长(taxiarches)。
ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται.2 αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος συνταγμάταρχος. οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθʼ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ. καὶ τὸ πᾶν σύνταγμα ἐς τετράγωνον σχῆμα ταχθὲν ἐς ἑκκαίδεκα ἔχει τὸ μῆκος καὶ τὸ βάθος.
若编制单位由一百人构成,则其长官相应地被称为百夫长(hekatontarches)。两个营被称为一个整编团(syntagma),包含十六个小队、二百五十六人,其长官相应地被称为团长(syntagmatarches)。有些人也称此为客军旅(xenagia),并称其长官为旅长(xenagos)。在每个由二百五十六人构成的编制中,设有特选人员:掌旗官、队尾官、军号手、侍从和军营传令官。整个整编团列成正方形队形,其正面横列与纵深各为十六人。
τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσίαρχος. τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύο μεραρχίαι φαλαγγαρχία, τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος φαλάγγαρχος. οἳ δὲ καὶ στρατηγίαν τοῦτο ὀνομάζουσι, καὶ τὸν ἡγούμενον στρατηγόν. αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντακοσίων. ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας.
两个整编团共有五百一十二人、三十二个小队,其长官为五百人长(pentakosiarches)。此编制倍加之后,便成为千人团(chiliarchia),包含一千零二十四人、六十四个小队,统领其上的长官为千人长(chiliarches)。两个千人团构成一个师(merarchia),包含二千零四十八人、一百二十八个小队,其统领为师长(merarches)。有些人也称此为统合军(telos)。两个师构成一个方阵旅(phalangarchia),包含四千零九十六人、二百五十六个小队,其长官相应地被称为方阵旅长(phalangarches)。有些人也称此为统领部(strategia),并称其长官为将军(strategos)。两个方阵旅构成一个双重方阵军(diphalangarchia),包含八千一百九十二人、五百一十二个小队。这一编制也被称为一部(meros)或一翼(keras)。
αἱ γάρ τοι δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχία τε καλεῖται καὶ λόχων γίγνεται χιλίων καὶ εἴκοσι καὶ τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα ἐπόντων τεσσάρων,3 ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πεζικῇ τάξει ὑπεθέμεθα, καὶ εἴη ἂν ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξήκοντα, ταξιαρχίαι δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, τετραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.
因为两个双重方阵军被称为四重方阵大军(tetraphalangarchia),包含一千零二十四个小队、一万六千三百八十四名士兵,这正是我们为步兵编制所预设的全部兵员之数。在此编制中,将包含两翼、四个方阵旅、八个师、十六个千人团、三十二个五百人编制、六十四个整编团、一百二十八个营、二百五十六个四连、五百一十二个双连,以及一千零二十四个小队。
- 10.1οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται
虽然语法上的主语是复数名词短语 οἱ δύο λόχοι,但动词 καλεῖται 受单数表语名词 διλοχία 的同化/牵引而呈现单数形式(向表语同化一致)。下文中的 αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται 等句亦同此结构。
- 10.3ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται
此句是针对前文所述由8个小队(128人)构成的 τάξις 所作的补充/例外说明:若建制单位(τὸ τάγμα)是由整百人(ἐξ ἑκατόν)组成,则其指挥官被称为百夫长(ἑκατόνταρχος)而非营长(ταξίαρχος)。τούτων(复数属格)在语意上指代这100名成员。
- 10.8ἐπόντων τεσσάρων
此处是由动词 ἔπειμι(额外加上、附加)的现在分词属格构成的独立属格结构,意为“加上四个”或“附加四人”,附于前面的 16,380(μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα)之上,表达 16,384 这一总数。段末的 τεσσάρων ἐπόντων(1,020 + 4 = 1,024)亦为同样的惯用结构。
