- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:12.1-12.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述方阵各列(包括最前列的小队长、紧随列兵及末列后卫官)的选拔标准与分工,并具体说明马其顿方阵如何依靠萨里沙长矛长度与列距使最前列前方形成突出的六重矛尖防御体系。
ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ1 τοὺς λοχαγοὺς τοὺς μεγίστους τε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον δαημονεστάτους· τοῦτο γάρ τοι τὸ ζυγὸν συνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις ὅ τι περ τὸ στόμωμα τῷ σιδήρῳ· ὁκοῖον γὰρ ἡ τομὴ τοῦ σιδήρου, ταὐτὸ τοῦτο καὶ ὁ πᾶς σίδηρος ἐργάζεται. ἡ μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνεται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως συνεπερείδει τῷ τέμνοντι· οὕτω καὶ τῆς φάλαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆθος.
若有任何事情至关紧要,那便是小队长(lochagoi)必须身材最为魁梧、力量最为强健,且最为精通战事;因为正是这一横列维系着整个方阵,在战斗中发挥着如同钢铁锋刃般的作用。盖钢铁之切削力如何,整块钢铁亦发挥同样功用:切削固然依靠其刃口发生,但其余部分纵然质地较软,却能以其重量协助施切削者发力。以此类推,人们亦可将由小队长组成的横列视为方阵之锋刃,而将随其后之大队人马视为其体积与重量。
δευτέρους δʼ ἐπὶ τούτοις κατʼ ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας· καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι ἐδυνήθη, ὑπερενεγκὼν ὑπὲρ τὸν ἔμπροσθεν τεταγμένον τὴν πληγήν, καὶ πεσόντος ἡγεμόνος ἢ καὶ τρωθέντος ὡς ἀπόμαχον γενέσθαι, προπηδήσας ὁ πρῶτος ἐπιστάτης ἐς λοχαγοῦ τάξιν τε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν φάλαγγα παρέσχετο.
紧随其后依勇武居于次位的,应为小队长的紧随列兵(epistatai);盖其长矛亦能触及敌人,且从近处向前列所列之人协同施加推挤之力。以往甚至有人能从前排所列之人头顶上方出剑击中对手;而在统领阵亡或负伤以致无法再战之时,第一位紧随列兵便跃身向前,补入小队长的阵位与职守,使整个方阵保持完好而不破裂。
τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον,2 ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα.
至于第三和第四列,则应当按距第一列距离之比例挑选人员部署。正是因此,马其顿方阵在敌人眼中不仅在实战中、且在外观上亦显得森严可畏。盖其重装步兵在密集状态下大约每人占两肘之地,而萨里沙长矛之长度达十六尺。
καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.
其中四尺因执矛者之双手及身躯其余部分而被占用,而十二尺则向前伸出在每位前列战士之躯体前方。
οἱ δʼ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας δέκα, οἱ δʼ ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας ὀκτώ. καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ ἐς τέσσαρας, οἱ δʼ ἐν τῷ ἕκτῳ ἐς δύο.
位于第二列者比前列退后两尺,其萨里沙长矛越过前列战士向前伸出达十尺;第三列者亦越过前列战士向前伸出八尺;第四列者伸出六尺,第五列者伸出四尺,第六列者伸出两尺。
καθʼ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δʼ ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τῆς φάλαγγος οὐ φορητὴν γίγνεσθαι,3 καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.
因此在每位前列战士面前,皆有六支萨里沙长矛向前伸出,顺次依次递减,以致每位重装步兵皆受到六支萨里沙长矛之护卫,并在重压所向之任何方向上以合力向前顶推。而位列第六列之后者,纵然不以长矛本身,至少亦能以身躯之重量与前列之人一同施压,使得方阵向敌人发起的冲击势不可挡,且反过来亦使前列战士无法后撤逃跑。
τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατʼ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.
至于后卫官(ouragoi),则不应过分依据勇武,而当依其智慧与战争经验进行遴选,以便照看横列之齐整,不准怯懦者逃离阵列之外。而无论何时需要合盾(synaspismos),主要正是由此官将列于其前方之人收拢至紧密状态,这便为这一阵形赋予了整体之力量。
- 12.1ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ
带有习语性插入短语 εἴπερ τι ἄλλο(“若有任何事物……则莫过于此 / 首要的是”)的表语结构。系动词 ἐστί 被省略,句首的 ἀγαθόν 作表语形容词,带有冠词的不定式短语 καὶ τὸ ... εἶναι 作全句的主语。
- 12.5ἐπιλεγομένους τακτέον
动形容词 τακτέον(中性单数非人称用法,“应当部署……”)支配带宾格的分词 ἐπιλεγομένους。非人称动形容词结构可以保留及物动词支配宾格的能力,ἐπιλεγομένους 在此修饰被部署的人员(即按距前列之距离挑选出的士兵)。
- 12.10ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τῆς φάλαγγος οὐ φορητὴν γίγνεσθαι
由 ὡς 引导的结果从句,后接不定式 γίγνεσθαι(功能同 ὥστε 加不定式表示结果)。τῆς 为修饰 φάλαγγος 的定冠词。不定式的宾格主语是 τήν τε ἐμβολήν,表语形容词为 οὐ φορητήν。
