- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了辨别迅捷优秀猎犬的外貌特征标准,具体论述了体长、整体体型、头部与吻部的形态,以及双眼的色泽与神采。
λέξω δὲ καὶ αὐτός, ἀφʼ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν ἂν προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνειεν αὐτῶν.
我本人亦将说明,应当依据何种征象来判断敏捷而高贵的猎犬,以及注意哪些特征便可从中辨别出劣等而迟钝的猎犬。
πρῶτα μὲν δὴ μακραὶ ἔστων1 ἀπὸ κεφαλῆς ἐπʼ οὐράν· ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές.2 ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον, ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς.
首先,猎犬从头至尾应当修长;因为对任何体态的猎犬进行审视,你都不会发现有任何单一的征象能像体长那样,同等地作为迅捷与高贵的明证;反之,短小则是迟钝与劣等的明证。因此,我本人就曾见过有些猎犬虽有诸多其他缺陷,却因恰好体长而敏捷且勇悍。
καὶ μὴν καὶ αἱ μείζους εἰ τὰ ἄλλα φαῦλαι τύχοιεν, κατʼ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν. φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀσύμμετροι· ὥστε φαυλότεραι ἂν εἶεν οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς.
再者,体型较大的猎犬即使在其他方面有所欠缺,单凭其体型本身也比小型犬更具天赋。然而大型犬中,凡四肢松散且不成比例者皆属劣质;因此,在此等体态下,若其他缺陷同样存在,它们甚至比小型犬更为低劣。
ἐχόντων3 δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις· εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν, οὐ παρὰ μέγα διοίσει τοῦτο· οὐδʼ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον. ἀλλʼ αἱ βαρυκέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλʼ ἀθρόως ἀπολήγοντα.4
它们的头部应当轻巧且骨骼分明;无论是鹰钩鼻还是塌鼻,这都无关紧要;即便眉骨之下筋络毕露,亦不必过分在意。唯有头部沉重者方为不良,以及吻部粗厚、不收成尖细而粗钝收尾者亦属不良。
τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά, ἐκπλήττοντα τὸν θεώμενον. καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα, οἷα πορδάλεων ἢ λεόντων ἢ λυγκῶν· δεύτερα δὲ ἐπὶ τούτοις τὰ μέλανα, εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν· τρίτα δὲ τὰ χαροπά· οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν, οὐδὲ φαύλων κυνῶν σύμβολα, εἰ τύχοι καθαρὰ καὶ γοργὰ ἰδεῖν.
双眼应当硕大、突出、澄澈而明亮,令观者为之震慑。最佳者乃是目光如火、闪烁精芒之眼,宛如豹、狮或山猫之眸;次之者为黑眼,若其睁大且望之威猛;再次者为灰青色之眼。因为就连灰青色之眼也绝非低劣,若望之澄澈而威猛,亦非劣犬之兆。
- 4.2ἔστων
动词 εἰμί 的现在时第三人称复数命令式(古典阿提卡方言中与 ὄντων 并用的形式)。表示针对猎犬(根据上下文承前省略的主语 αἱ κύνες)的指令。
- 4.2καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές
与前文的 ὡς τὸ μῆκος(中性宾格)并列对比,τὴν βραχύτητα 同样作为承前省略的主要动词 εὕροις ἄν 的直接宾语而采用宾格。全句属于省略结构,意即“亦找不到任何明证像短小[作为迟钝与劣等的明证]那般确凿”。
- 4.4ἐχόντων
动词 ἔχω 的现在时第三人称复数命令式(-ντων 词尾)。用于表达对猎犬的指令(“使其具有轻巧的头部”),是主句的命令式谓语动词,而非属格分词。
- 4.4ἀθρόως ἀπολήγοντα
副词 ἀθρόως 意为“一下子”、“骤然”或“浑然成团”,修饰分词 ἀπολήγοντα(“终止”、“收尾”)。与前端渐收为尖细(ἐς ὀξύ)形成对比,指吻部未经渐细而骤然截断般的粗钝形态。
