← 阿利安

论狩猎

§3.1-3.7

凯尔特塞古西亚嗅犬与韦尔特拉戈伊猎犬

作者详细记述了凯尔特地区嗅觉猎犬塞古西亚犬的寻踪习性、多吠癖好、丑陋外表与悲鸣声,随后引出善跑猎犬韦尔特拉戈伊的得名渊源及其俊美的形貌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

θηρῶσιν δὲ καὶ Κελτοὶ ἀφαιροῦντες τὰς ἄρκυς, ὅσοι γε οὐκ ἀπὸ κυνηγεσίων βιοτεύουσιν, αὐτοῦ τοῦ ἐν θήρᾳ καλοῦ ἕνεκα· ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν1 ἢ τὸ Καρικὸν καὶ Κρητικὸν, τὴν δὲ ἰδέαν ἀνιαρὸν καὶ θηριῶδες.

凯尔特人狩猎时亦不用合围网——至少那些不以狩猎谋生之人是如此,他们纯粹为了狩猎之中的优美本身;因为在这片土地上亦有一种猎犬,在循踪索迹上丝毫不逊于卡里亚犬与克里特犬,然而其外貌却粗鄙而如野兽一般。

§3.2

καὶ αὗται ἰχνεύουσιν σὺν κλαγγῇ καὶ ὑλαγμῷ, ὁπόσα αἱ Καρικαὶ ἐπικλάζουσαι. ἀλλʼ αὗταί γε ἔτι μᾶλλον ἔκφρονες γίγνονται, ἐπειδὰν αἴσθωνται ἴχνους· καὶ ἐστιν ὅτε καὶ ἐπὶ ἑώλοις ὑπερλαμπρύνονται.

这些犬在追踪时亦伴随着狂吠与号叫,喧闹的程度不亚于卡里亚犬。不仅如此,每当察觉到足迹,它们便变得更加疯狂,有时甚至在陈旧的足迹上亦大肆张扬夸耀。

§3.3

ὥστε ἐμεμψάμην ἔγωγε αὐτῶν τὸ πολὺ τῆς κλαγγῆς καὶ τὸ ὅμοιον ἐπὶ παντὶ ἴχνει, τῷ δρομαίῳ οὐ μεῖον ἢ τῷ εὐναίῳ.

因此,我本人指责它们过多的狂吠,以及面对奔逃的足迹或宿卧的足迹时毫无差别的反应。

§3.4

μεταθεῖν δὲ καὶ ἀνευρίσκειν τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί εἰσιν οὔτε τῶν Κρητικῶν, ὅτι μὴ κατὰ τὴν ὠκύτητα.2 ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγῶ χειμῶνος ὥρᾳ κατακάνοιεν·3 τοσαύτην διατριβὴν ἐς τὸ ἀναπαύεσθαι αὐτῷ παρέχουσιν, εἰ μή πη ἄρα ὑπὸ θορυβούντων κυνῶν ἁλοίη ἔκφρων γενόμενος. καλοῦνται δὲ Ἐγούσιαι αἵδε αἱ κύνες, ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι, οὗ πρῶτον, ὥς γέ μοι δοκεῖ, ἔφυσάν τε καὶ ηὐδοκίμησαν.

在追逐和搜寻已惊动的野兔方面,除了在速度上以外,它们既不逊于卡里亚犬,亦不逊于克里特犬。总之,若它们在冬季能捕杀哪怕一只野兔,便已值得欣慰;因为若非野兔因猎犬的嘈杂喧嚣而惊慌失措就擒,它们会给野兔留出极多的休歇喘息之机。这些猎犬被称为塞古西亚犬,得名于一个凯尔特部族,依我之见,它们最初便是在那里繁育并享有盛名。

§3.5

ἀλλʼ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθῃ λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειν ἢ μεταθεῖν ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας αὐτῶν λέγειν, ἧς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ τοῦτο εἰπεῖν μόνον, ὡς δασεῖαι καὶ πονηραὶ ἰδεῖν, καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται. ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν. καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε καὶ ἐλεεινή ἐστιν, καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ, ἀλλʼ ὡς οἰκτιζόμεναι καὶ λιπαροῦσαι.

然而,关于这些犬,无论有人在论述中详加阐述什么,所言皆不过是古时色诺芬已说过的话;因为它们在搜寻或追逐中未展现出任何特异或与众不同之处,除非有人愿意谈论它们的外貌——关于其外貌,我认为除了这一句话外别无值得言说的:它们毛发粗硬且面貌丑陋,且其中血统最高贵者,外貌最为丑陋。因此在凯尔特人中,将它们比作沿途乞丐的人深得赞许。事实上,它们的声音哀怨可怜,在循踪时吠叫起来亦不似在对猎物发怒,而倒像是在悲诉与乞求。

§3.6

περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀναγράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν, οὐκ ἀπὸ ἔθνους οὐδενός, καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι, ἀλλʼ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ αἱ ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπʼ ἀμφοῖν, οὕτω δὲ καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν4 κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ ὅσαις ἁπλῆ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ ἐστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.

关于这些犬,我认为谁也无法写出任何值得一提的内容。另一方面,凯尔特脚力敏捷的猎犬在凯尔特语中被称为“韦尔特拉戈伊”,这并非得名于任何部族——不同于克里特犬、卡里亚犬或拉科尼亚犬——而是正如在克里特犬中,勤勉者得名于其好劳,勇猛者得名于其凌厉,杂交者得名于二者兼具,这些犬亦是如此得名于其迅捷。 至于外貌,其中最高贵者无论在双眼、整个躯体,还是在毛发与色泽上,皆是极美之物:杂色者其花斑焕发光彩,单色者亦光泽耀目,对喜好狩猎之人而言乃是最赏心悦目的景象。

语法注4 条
  1. 3.1ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν

    不定式 ἰχνεῦσαι 用作限制性/说明性用法(epexegetical infinitive),限制形容词 σοφόν 的范围,意为“在追踪足迹方面同样巧妙/熟练”。

  2. 3.4ὅτι μὴ κατὰ τὴν ὠκύτητα

    短语 ὅτι μή 为固定习语,意为“除了……之外”,此处直接限定介词短语 κατὰ τὴν ὠκύτητα(“在速度方面除外”)。

  3. 3.4ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγῶ χειμῶνος ὥρᾳ κατακάνοιεν

    ἀγαπητόν 为中性单数形容词用作非人称表语(省略 ἐστί),其逻辑主语由条件从句 εἰ... κατακάνοιεν(愿望语气/潜在条件)充当,意为“若它们能捕杀哪怕一只野兔,便已值得欣慰”。

  4. 3.7καλόν τι χρῆμά εἰσιν

    主语为阴性复数短语(αἱ γενναιόταται αὐτῶν),而表语则是中性单数名词短语 καλόν τι χρῆμα(表示强调的习语,“真是一件美妙之物/存在”),系动词 εἰσιν 则依照主语采用复数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:3.1-3.7