← 阿利安

论狩猎

§5.1-5.11

爱犬霍尔墨的品格与优秀猎犬的体态标准

作者回忆了其拥有一双灰青色眼睛的爱犬霍尔墨卓越的才能、温驯深情的性格与日常亲昵举动,将它的名字留传后世,随后详述了优秀猎犬的双耳、颈部、胸部及四肢等各部位的理想体态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἵαν χαροπωτάτην,1 καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυχος καὶ εὔπους, ὥστε καὶ τέσσαρσιν ἤδη ποτὲ λαγῷς ἐφʼ ἡλικίας ἀντήρκεσεν.

事实上,我本人就曾养过一只眼睛极为灰青的雌犬,它既迅捷,又能耐劳,富于勇气且脚步健实,以至于在盛年之时,曾有一次连四只野兔也应付了下来。

§5.2

καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν ʽἔτι γάρ μοι ἦν, ὁπότε ταῦτα ἔγραφονʼ καὶ φιλανθρωποτάτη, καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον τὸν Μέγιλλον. ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο, οὐκέτι ἡμῶν ἢ θατέρου γε ἀπαλλάσσεται.

此外,它在其他方面也极为温驯(当我写下这些时,它尚且健在),并且极通人性;以往从未有任何猎犬像它那样依恋我,或依恋我的同伴兼狩猎伙伴梅吉洛斯。因为自从停止奔跑以来,它便不再离开我们两人,或至少不离开其中一人。

§5.3

ἀλλʼ εἰ μὲν ἐγὼ ἔνδον εἴην, ἅμα ἐμοὶ διατρίβει, καὶ προϊόντα ποι παραπέμπει, καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ, καὶ γυμναζομένῳ παρακάθηται, καὶ ἐπανιόντος πρόεισιν, θαμινὰ ἐπιστρεφομένη, ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ·2 ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν.

若我留在室内,它便伴我度日;若我出门前往某处,它便随行护送;若我去往体操场,它便从旁跟从;待我锻炼时,它便静坐一旁;而在归途中,它便走在前方,频繁回头顾盼,以察看我是否在某处偏离了道路;待见到我并宛如展颜微笑后,它又再度向前走去。

§5.4

εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἴοιμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ σύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. εἰ δὲ καὶ διʼ ὀλίγου χρόνου ἴδοι, ἐπιφθέγγεται, οἷα φιλοφρονουμένη. καὶ δειπνοῦντι συνοῦσα ἅπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι κἂν αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. καὶ μὴν καὶ πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει.

若我前去处理公务,它便陪伴我的同伴,并对他也做出完全相同的举动。我们二人中无论谁身体患病,它便寸步不离那人。哪怕只是阔别片刻后重见,它也会发出声音,仿佛在殷勤问候。用餐时它亦在旁相伴,交替用两只脚中的一只触碰人,提醒人们也应当分给它一些食物。再者,它极善发声,多于我记忆中所见过的任何其他猎犬;凡有所求,皆以鸣声示意。

§5.5

καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο, εἴ τις ἐς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν, πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον.

又因幼时曾受皮鞭惩罚,直到今日若有人提及皮鞭之名,它便走向那说话之人,俯身哀求,将口凑上对方之口宛若亲吻,并跃起攀附在颈项上,直到令动怒之人停止威吓,方才罢休。

§5.6

ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός, ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς,3 ὅτι ἦν ἄρα Ξενοφῶντι τῷ Ἀθηναίῳ κύων, Ὁρμὴ ὄνομα, ὠκυτάτη τε καὶ σοφωτάτη καὶ πραοτάτη.

因此我想,我亦不必犹疑将这只猎犬的名字记录下来,以便关于它的〔记述〕也能留传后世:即雅典人色诺芬曾有一犬,名唤霍尔墨,最为迅捷、聪慧且温驯。

§5.7

ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά, ὥστε ὑπὸ μεγέθους καὶ μαλθακότητος ἐπικεκλασμένα φαίνεσθαι· οὕτως ἂν εἴη κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἴη, οὐ πονηρόν, εἰ μὴ σμικρά τε εἴη καὶ σκληρά.

猎犬的双耳应当硕大而柔软,以至因其硕大与柔软而显得折垂;如此方为最佳。不过即便双耳直立,亦非不良,只要并非既小且硬即可。

§5.8

τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπικεκλάσθαι δοκεῖν τὸν τράχηλον διʼ ὑγρότητα καὶ μαλθακότητα.

颈部应当修长、浑圆且柔软;以至于若自项圈将猎犬向后拉扯,颈部会因其柔韧与柔软而显得屈折。

§5.9

στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχόντων4 καὶ μὴ συμπεπηγυίας ἀλλʼ ὡς οἷόν τε λελυμένας ἀπʼ ἀλλήλων. σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας· ὀσφὺν πλατεῖαν ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμπεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον.

宽阔的胸膛胜于狭窄者,且应当双肩胛骨张开,不紧密结合,而是尽可能彼此独立。四肢当圆润、笔直且结实,肋骨当强健,腰部当宽阔有力,不肥硕多肉而以筋腱紧实结合。侧腹当舒展,臀部当不逼仄,肷部当宽松。尾巴当细长、毛密、柔软且易弯曲,尾尖毛发更密。

§5.10

ὑποκώλια μακρὰ εὐπαγῆ. σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοιεν μείζω τῶν ἔμπροσθεν, τὰ ὄρθια ἂν μεταθέοιεν ἄμεινον· εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων. τὰ κατάντη· εἰ δʼ ἴσα εἴη ἄμφω, τὰ πεδινά. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγῶ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζω ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι.

下肢当修长且结实。至于腿部,若后腿大于前腿,则更宜于在陡坡上追逐;若前腿大于后腿,则更宜于在下坡时奔跑;若两者均等,则宜于平地。然而由于在陡坡上不输给野兔更为困难(因野兔亦更擅长上坡奔跑),故而那些后腿大于前腿的猎犬显得更为优异;而浑圆结实的足掌则为最佳。

语法注4 条
  1. 5.1οἵαν χαροπωτάτην

    关系代词 οἷος 与最高级(χαροπωτάτην)连用,构成惯用表达,表极度强调,意为“尽可能……的”或“再……不过的”。

  2. 5.3ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ

    ὡς 连同不定式(καταμανθάνειν)表示目的或意图产生的结果,后接以 μή 引导的从句表示担忧或探询。从句中使用过去直陈式(ἐξετράπην),表示对过去已发生事实的顾虑(“是否已偏离道路”)。

  3. 5.6ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς

    在前面 ὥστε 引导的结果句框架中,ὡς 连同完成时中被动态不定式 ἀπολελεῖφθαι 表达目的(“为了使关于它的记忆留存”)。属格 αὐτῆς 作留下之记忆的属格,后接的 ὅτι 从句同位阐明所要留传的内容。

  4. 5.9τὰς ὠμοπλάτας διεστώσας ἐχόντων

    ἐχόντων 为第三人称复数现在时主动命令式,延续了本篇关于体态标准的指导性命令语气(与 5.7 及 5.8 的 ἔστω 相应),其主语承接 5.8 的 τὰς κύνας,泛指猎犬本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:5.1-5.11