- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:2.1-2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证色诺芬不知晓善跑的凯尔特猎犬,其证据在于色诺芬认为野兔被捕获纯属意外或逆天性,且其论述完全局限于依赖合围网与循踪追踪的狩猎法。
ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθνη τῆς Εὐρώπης, ὅσα ταύτῃ ᾤκισται, ὅτι μὴ1 τῆς Ἰταλίας ὅσα Ἕλληνες κατεῖχον, ἢ ὅσοις κατʼ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον.
关于他并不知晓凯尔特犬的品种,依我之见甚至无须提出证据;因为欧洲居于此处的诸部族彼时尚不为人所知,除了希腊人所占据的意大利各部,或希腊人因海上贸易而有往来的部族之外。
ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, ὃ κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε. λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγῲ ὑπὸ κυνῶν, παρὰ φύσιν σώματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι.
至于他亦不知晓在速度上可与凯尔特犬相匹敌的其他犬种,则可从以下之点推知。因为他说,凡是被猎犬捕获的野兔,若非违背其肉体天性而被捕获,便是遭遇了厄运。
εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς, ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀποφήνασθαι περὶ τῶν κυνῶν, ὡς ὁπόσους λαγὼς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας, παρὰ φύσιν σώματος οὐχ αἱροῦσιν ἢ τύχῃ χρησάμεναι. ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμόν γενναῖαι, ταύτας δὲ2 οὐκ ἄν ποτε διαφύγοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ἢ ὕλη ἀποκρύψασα, ἢ κατάδυσις κοίλη καὶ βαθεῖα ἀφελομένη, ἢ τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ παρασχοῦσα.
然而,若他知晓凯尔特猎犬,我以为他也会就这些猎犬断言完全相同的事:即凡是猎犬凭追奔未能捕获的野兔,〔猎犬〕若非违背其肉体天性而未能捕获,便是遭遇了厄运。因为凡是体格优良且气概高贵之犬,野兔绝不可能从其爪下逃脱,除非遇到了险峻地形的阻碍,或是树林将其掩藏,或是深凹的地穴将其夺去,或是沟壑提供了隐秘穿行的便利。
ἐνθένδε, οἶμαι, ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸν λαγῶ3 ἐπεξέρχεται τῷ λόγῳ, καὶ εἰ παραδράμοι τὰς ἄρκυς, ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος, ἔστε ἁλῶναι ἀπαγορεύσαντα ὑπὸ καμάτου.
我想正因如此,他才在书中详述应当如何将野兔驱赶向合围网,以及野兔若穿网而逃,又当如何追逐并循踪寻得它,直到它因力竭而就擒。
ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυγόντα, οὐδαμοῦ τοῦτο ἐδήλωσεν, ἀλλὰ τὴν θήραν ταύτην μόνην ἐξηγεῖται, ἣν Κᾶρες τε καὶ Κρῆτες θηρῶσιν.
然而,对于拥有优良猎犬之人而言,既丝毫不需要合围网,亦不需要去搜寻逃遁之兔,这一点他却在任何地方都未予言明,而仅仅阐释了卡里亚人与克里特人所行使的这种狩猎之法。
- 2.1ὅτι μὴ
意为“除……之外”的习惯搭配。此处统领 τῆς Ἰταλίας ὅσα... 与 ὅσοις...,表示欧洲未知区域中仅有的例外。
- 2.3ταύτας δὲ
归结从句中的 δέ(apodotic δέ),用于主句承接前置关系从句(ὡς ὅσαι γε...)的主题,在强调指示代词 ταύτας 的同时引出主句谓语 οὐκ ἄν ποτε διαφύγοι λαγώς。
- 2.4τὸν λαγῶ
雅典第二变格名词 λαγώς(野兔)的单数宾格形式,作不定式 ἐπελαύνειν 的直接宾语。
