← 阿利安

论狩猎

§24.1-24.5

利比亚的野驴狩猎与对正面追猎的赞颂

作者记述了在利比亚骑马追捕野驴的场景及当地少年高超的光背骑术,并将设陷与诡计的捕猎比作海盗行径,将凭借犬马正面对决的追猎比作雅典人的海战大捷予以赞扬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἐν δὲ Λιβύῃ ἀφʼ ἵππων τῶν Λιβυκῶν, οἳ δὴ Νομάδες καλοῦνται, οἵ τε ἄνδρες αὐτοὶ καὶ οἱ ἵπποι, ἀπὸ τούτων τῶν ἵππων μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας — ταῦτα μὲν γὰρ οὐδὲ διὰ πολλοῦ ἀγῶνος, οὐδὲ ἀγαθοὶ ἵπποι δοκοῦσιν οἱ τοιοῦτόν τι ἑλόντες — ἀλλὰ καὶ τοὺς ὄνους1 τοὺς ἀγρίους, οἳ δὴ ὠκύτητι διαφέροντές εἰσιν καὶ τῷ ἐπὶ μήκιστον ἀντέχειν θέοντες.

在利比亚,人们骑着利比亚马追逐——无论是人还是马,都被称为“游牧者” ——骑着这些马,他们不仅捕获鹿或羚羊——因为这些并不需要长久的较量,捕获这种猎物的马也不被认为是良马——甚至捕获野驴,而野驴正是以迅疾以及在奔跑中能坚持最久而著称的。

§24.2

ὁπότε γοῦν ἐπὶ μέγαν βασιλέα ἤλαυνον οἱ ἅμα Κύρῳ τῷ Δαρείου Ἕλληνες, οἷς καὶ Ξενοφῶν συνεστράτευεν, λέγει Ξενοφῶν, ὅτε τὰ πεδία τὰ Ἀραβίων ἐξήνυον, ἀγέλας προφαίνεσθαι τῶν ὄνων τῶν ἀγρίων, καὶ ὑπὸ ἑνὸς μὲν ἱππέως μήποτε ἁλῶναι ὄνον ἄγριον, διισταμένους δὲ ἄλλους ἐπʼ ἄλλοις ἐλαύνειν, τοὺς δὲ πολλοῖς ἀντίσχοντας τελευτῶντας ἤδη ἀπαγορεύειν ὑπὸ καμάτου· οὕτως ἄρα καὶ Κύρῳ τῷ μεγάλου μὲν βασιλέως παιδί, μεγάλου δὲ βασιλέως ἀδελφῷ, οὐκ ἀγαθοὶ διώκειν ἵπποι ἦσαν.

无论如何,当追随大流士之子居鲁士的希腊人向大王进军时——色诺芬也一同参军——色诺芬说,当他们穿过阿拉伯人的平原时,成群的野驴出现了,单个骑手绝不可能捕获野驴,但他们拉开间隔、彼此接力追赶,野驴抵挡了许多人后,最终才因疲惫而放弃。由此可见,即便对于大王之子兼大王之弟的居鲁士来说,也没有适于追逐的良马。

§24.3

Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν, οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι, ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν, ῥάβδῳ χρώμενοι ἐπʼ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ,2 καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις, ἔστε τελευτῶντες βρόχον περιβαλόντες τῷ θηρίῳ ἄγουσιν· τὸ δὲ ἕπεται ἡττημένον.

然而利比亚的孩子们,有的年仅八岁,有的也不过稍大几岁,骑着不加马鞍的光背马驰骋,对待马匹仅用一根手杖,其效果正如希腊人使用马嚼子一样;他们对野驴穷追不舍,直到最终在野兽身上套上绳套将其牵走,而野驴则认输服从。

§24.4

οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι, οὐ πάγαις οὐδὲ ἄρκυσιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία, ἀλλʼ ἐκ τοῦ εὐθέος διαγωνιζόμενοι.

拥有良犬和良马的人,正是以这种方式狩猎的,绝不是用陷阱、罗网或绳套,也完全不用诡计与策略欺骗野兽,而是在正面对决中一较高下。

§24.5

καὶ ἔστιν τὰ θεάματα, ἐμοὶ δοκεῖν, οὐδέν τι ἐκείνοις παραπλήσια, ἀλλὰ τὰ μὲν λῃστείᾳ ἢ κλοπῇ ἔοικεν, τὰ δὲ πολέμῳ τῷ ἀνὰ κράτος διαπολεμουμένῳ· καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν. κυνὸς ἡλικία ἐς τὸ θεῖν.3

而且依我看,这些景象与那些毫无相似之处:那些犹如行劫或偷盗,这些则如同全力以赴的战争;前者如同海贼秘密航行逼近野兽,而后者,正如雅典人在阿耳忒弥西昂周边、或在萨拉米斯与普绪塔勒亚周边、或再次在塞浦路斯周边的海战中战胜波斯人一样,他们同样在公开较量中制服野兽。犬适于奔跑的年龄。

语法注3 条
  1. 24.1μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας ... ἀλλὰ καὶ τοὺς ὄνους

    μὴ ὅτι ... ἀλλὰ καί ... 为固定习语结构,意为“不仅……甚至连……也……”(或“别说……就连……也……”)。承接前文复指的介词短语 ἀπὸ τούτων τῶν ἵππων(“骑着这些马”),引出从易捕的鹿或羚羊到最耐跑的野驴的层递对比。

  2. 24.3ῥάβδῳ χρώμενοι ἐπʼ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ

    ὅσα 在此为关系代词中性复数宾格作副词用法,意为“正如……那样”或“达到……的同等程度”(功能相当于 ὡς 或 καθάπερ)。整句意为“他们对待马匹只用手杖,其作用正如希腊人使用马嚼子一样”。

  3. 24.5κυνὸς ἡλικία ἐς τὸ θεῖν

    此句原为抄本中第25章的章节标题(“猎犬奔跑的适宜年龄”),在传抄中被直接附于第24章末尾。句法上属于标题性质的无动词短语,由介词短语 ἐς τὸ θεῖν(“在奔跑方面”)修饰名词短语 κυνὸς ἡλικία(“犬的年龄”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:24.1-24.5