← 阿利安

论狩猎

§23.1-23.4

骑乘斯基泰马长途追捕鹿等大型猎物

由于猎犬在捕猎鹿等大型猎物时极易丧命,因而在适宜奔骑的平原上,人们借助耐力出众的斯基泰或伊利里亚马进行长途追逐,直至猎物力竭后将其击杀或活捉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

χρὴ δὲ ἔλαφον ἤ τι ἄλλο ἐς μέγεθος προῆκον τοσόνδε τόνδε τὸν τρόπον θηρᾶν, ἐφιέντα1 τὰς κύνας τὰς γενναίας· μέγα τε γὰρ τὸ θηρίον καὶ δεῖ ἐπὶ πολύ,2 καὶ διαγωνίσασθαι οὐκ ἀσφαλές. καὶ ὁ κίνδυνος οὐ σμικρὸς κύνα ἀγαθὴν ἐλάφου ἕνεκα διαφθαρῆναι.

在猎捕鹿或其它达到如此体型的兽类时,即使放出良种猎犬,也应当按照如下方式进行;因为这野兽体型庞大,需要长途追逐,与之贴身搏斗并不安全。而且,良犬为了一头鹿而丧命的危险绝不算小。

§23.2

ἀλλὰ τὰς ἐλάφους, ἔνθα τὰ πεδία εὐήλατα, ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα, ἀφʼ ἵππων τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν· οὗτοι γὰρ ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί, ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας3 ἵππῳ Θεσσαλῷ ἢ Σικελῷ ἢ Πελοποννησίῳ· διαπονούμενοι δὲ ἐπίπαν ἀντέχουσιν. καὶ τότε ἂν ἴδοις τὸν μὲν ὠκὺν ἐκεῖνον ἵππον καὶ μέγαν καὶ σοβαρὸν ἀπαγορεύοντα, τὸν δὲ λεπτὸν καὶ ψωραλέον πρῶτα μὲν παραμείβοντα, ἔπειτα ἀπολείποντα, ἔπειτα ἐλαύνοντα τὸ θηρίον. ὃ δὲ ἐς τοσοῦτον ἄρα ἀντέχει, ἔστε ἀπαγορεῦσαι τὴν ἔλαφον.

不过对于鹿,在平原适于驰骋的地方——即在米西亚人、盖塔人之地、斯基泰以及伊利里亚全境——人们通常骑着斯基泰马和伊利里亚马进行追逐。因为这些马起初并不善于奔驰,若见有人拿它们与色萨利、西西里或伯罗奔尼撒的马作比较,你甚至会极度蔑视它们;然而随着历经劳苦,它们大体上能坚持到底。那时你便会看见,那匹迅捷、高大且神气的马疲惫放弃,而这匹干瘦癞皮的马则先是超越它,接着将它甩在身后,然后紧追野兽。它竟能持久到如此地步,直到鹿力竭放弃。

§23.4

ἀπαγορεύσασα δὲ καὶ χανοῦσα ὑπὸ ἀνοίας ἵσταται, καὶ ἔξεστιν ἤδη, εἰ μὲν βούλοιο, ἀκοντίσαι ἐγγύθεν ὡς πεπεδημένην,4 εἰ δὲ ἐθέλοις, καὶ ζώσῃ βρόχον περιβαλόντα ἄγειν.

鹿力竭张口,因茫然而呆立,此时若你愿意,便可近距离掷矛射杀它,宛如它戴着脚镣一般;或者若你愿意,甚至可以在它活着时套上绳套将它牵走。

语法注4 条
  1. 23.1ἐφιέντα

    阳性单数宾格分词,与非人称动词 χρή 所统辖的不定式 θηρᾶν 的逻辑主语(泛指代词 τινά)保持一致。此处可作方式分词(“放纵良种猎犬以狩猎”),结合下文关于犬只危险的说明,亦带有“即使放犬(也当如此)”的让步/限制意味。

  2. 23.1καὶ δεῖ ἐπὶ πολύ

    非人称动词 δεῖ 后的省略结构,承前省去了追逐或奔跑动词(如 διώκειν 或 θεῖν)。介词短语 ἐπὶ πολύ 表示空间或时间上的“长远”,意即“需要进行长距离或长时间的追逐”。

  3. 23.2παραβάλλοντας

    由 ἰδών 所支配的阳性复数宾格主动态分词。既可作及物动词理解,带有泛指主语(“若见有人将它们与色萨利马等作比较”),亦可作不及物/对等用法,指马匹自身(“见它们与色萨利马等并列/较量时”)。在语境中均指与名驹对照时的逊色表现。

  4. 23.4ὡς πεπεδημένην

    连词 ὡς 与完成时被动分词阴性单数宾格(指代前文的 τὴν ἔλαφον)构成的比况结构,修饰 ἀκοντίσαι 省略的宾语,意为“宛如戴着脚镣一般(射杀动弹不得的鹿)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:23.1-23.4