- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:25.1-25.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安论述了将幼年母猎犬引入狩猎的适宜月龄与训练步骤,包括成犬的协助、在崎岖道路上锻炼脚爪、避免盲目或迎面放犬,以及防止捕获后吞食兔肉的要领。
θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν,1 πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός, εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής, λαγῶ2 ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ, καὶ τὴν μὲν ἐγγύθεν ἐφιέναι τῷ λαγῷ τήν τε ὄψιν αὐτὴν ἐμπίμπλασθαι καὶ ἐγγὺς ὁρῶσαν μετʼ ἐλπίδος ἀγαθῆς πονεῖν, κύνα δὲ ἄλλην τελείαν ἐφιέναι ὕστερον, ὡς μὴ ἐπὶ πολὺ κακοπαθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγῶ παραδώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦσιν, ἔστε κατακανεῖν.
猎母犬应在满十一个月后带出狩猎;而在此之前自第十个月起,若其身躯结实且四肢不松软,便应在开阔处亲手放出一只野兔,并在紧靠野兔处放开母犬,好让它的眼帘充满猎物的身影,因近在眼前而满怀希望地奋力奔跑;随后应放出另一只成年犬,以免幼犬承受过多折磨或因疲惫而放弃。这只成年犬会频频且轻而易举地迫使野兔变向,并将其交托给幼犬。幼犬捕获野兔后,应任由它用牙齿撕扯,直至将野兔咬死。
ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ, πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν, ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς κυσίν.
当幼犬到了适合带出狩猎的时期,首先应让它在道路上行走,尤其是那些崎岖不平的路段;因为这项锻炼对于坚固犬爪大有裨益。
ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ περιφανεῖ καὶ ὑπερδεξίῳ, καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι·3 τοῦτο γάρ τοι περὶ τῶν ἐς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν ἐκεῖνος.
接着,牵犬之人应立于开阔且居高临下的有利之地;若野兔已抢先并拉开距离,在犬尚未看见猎物时切莫放犬;因为那位著名的色诺芬关于训练循迹追踪的猎犬所提出的正是这一劝告。
κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας, πλάζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται.
但倘若在捷犬尚未看见猎物时便将其解脱,它就会乱窜、乱蹦、丧失理智并不安地躁动。
καὶ τοίνυν εἴ ποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς, οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει, ἀλλʼ ὑπὸ μελέτης τοῦ θεῖν ἐπὶ μηδενὶ εἰκῇ4 πλάζεται, καὶ μαινομένῃ ἔοικεν.
况且,如果野兔在它成年后侥幸逃脱,它也不会保持安静,既不回到牵犬人身边,呼唤它时也不听从,反而因奔跑的习惯而漫无目的地游荡,宛如发狂一般。
ἀλλʼ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ, ὁποῖον ἤδη μοι λέλεκται, κρυπτόμενον οἷ μάλιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος ὁ λαγὼς ὑποκάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέναι, μὴ κατὰ στόμα· ἡ μὲν γὰρ κύων ἐξορμήσασα ἐπʼ εὐθὺ ἐξενεχθήσεται, ὁ δὲ λαγὼς ἐξελίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι, καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν, εἰ μὴ ἀνεθείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς, ἀλλʼ ἐάσαντα παραμεῖψαι τὸν λαγῶ ἐκ τοῦ πλαγίου5 χρὴ ἐφιέναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλʼ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.
相反,牵着幼犬的人应立于我已描述过的那种地方,隐蔽在人们最能推测野兔受追逐而迂回折返之处。待看见野兔精疲力竭时,应从近处放犬,但切莫迎面正对放犬;因为犬径直冲出必将冲过头,而野兔轻巧变向便会擦身而过;犬势必被远远甩下并极难回转,恰如直线疾驰的三列桨座战船,若不大幅放缓划桨便难于转弯;相反,必须任由野兔掠过后从侧翼放犬。野兔被捕获后,须有人在犬饮饱鲜血之前迅速赶上前去;这绝非因为追求纯粹之美的狩猎者看重兔肉,而是因为吃野兔对高贵的犬而言是一种恶习。事实上已有许多犬因此而丧生,因为它们在长途奔跑后喘息着暴食,随后便窒息而亡。
- 25.1θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν
不定式 ἐξάγειν 用作表示指令的祈使性不定式(imperative infinitive)。后文中一系列不定式(ἀφιέναι、ἐφιέναι、βαδίζειν、ἵστασθαι 等)均延续此祈使结构。
- 25.1λαγῶ
雅典方言第二变格法名词 ὁ λαγώς 的单数宾格形式,词尾脱落了 -ν(常见形式,等同于 λαγῶν),作不定式 ἀφιέναι 的直接宾语。
- 25.4φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι
与格分词结构 φθάσαντι... τῷ λαγῷ καὶ προλαβόντι 既作为 ἐφιέναι 的间接宾语(“向野兔放犬”),又兼具时间/伴随状语功能(“当野兔已抢先并拉开距离时”)。宾格分词 οὐχ ὁρῶσαν 修饰未明言的雌犬(σκύλακα),客观否定词 οὐχ 与分词紧密结合表示“未看见的状态”,而整个句子的否定禁止则由修饰祈使不定式 ἐφιέναι 的 μή 承担。
- 25.6ἐπὶ μηδενὶ εἰκῇ
短语 ἐπὶ μηδενὶ εἰκῇ 由 ἐπὶ μηδενὶ(“毫无所图地”)与副词 εἰκῇ(“漫无目的地”、“盲目地”)连用而成。在此作状语修饰动词 πλάζεται,生动描绘猎犬毫无定向、漫无目标的游荡状态。
- 25.9ἐκ τοῦ πλαγίου
由介词 ἐκ 与中性单数属格形容词 τὸ πλάγιον 构成的副词性短语,意为“从侧面”、“从侧翼”,与前文的 κατὰ στόμα(“正面迎面”)形成明确对照。
