- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者回顾了前辈色诺芬在《论狩猎》中所涵盖的详尽内容,并宣称作为志趣相投的同名后继者,将补述色诺芬因时代所限而未知的凯尔特犬与外邦名马。
Ξενοφῶντι τῷ Γρύλλου λέλεκται1 μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθʼ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα·2 καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.
格律罗斯之子色诺芬已经阐述了,人类能从狩猎中获得多少益处,以及在喀戎门下受此教育之人如何在全希腊既得神所喜悦又受人尊崇;他也阐述了狩猎术在何方面类似于军事学问,人在何种年纪应当从事此项劳作,以及在形貌与心性上应当如何;此外关于合围网、大捕网与遮道网,应当备置何种器具,以及对于可用陷阱捕获的野兽,应当如何为之设置陷阱。
καὶ περὶ λαγῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν, καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας.
关于野兔,他也已经阐述了它们的天性如何,它们如何觅食以及在何处藏卧,又当如何搜寻它们;关于猎犬,有多少擅于追踪,又有多少低劣不堪,以及应当如何从形貌与作为两方面去判别这两类猎犬。
ἔστιν δὲ ἃ3 καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων, ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλʼ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ4 καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·
关于野猪、鹿、熊与狮子的狩猎,亦有一些内容述及了它们如何能以智谋与机巧被捕获。然而,在我看来其论述中有所遗漏之事——并非由于疏忽,而是由于不知晓凯尔特犬之种族,亦不知晓斯基泰与利比亚马之种族——,这些我将予以阐述,因我不仅与他同名,出自同一城邦,而且自幼便热衷于相同的事业:狩猎、统帅之道与智慧。
ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλʼ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.
因为那人自己也曾认为有必要记下西蒙关于骑术论述未尽之处,这并非出于与西蒙争胜,而是因为他认识到这对人类大有裨益。
- 1.1Ξενοφῶντι τῷ Γρύλλου λέλεκται
与完成时被动态动词 λέλεκται 连用的“行为者与格”(dativus auctoris)。在古典希腊语中,完成时和过去完成时被动态常以与格代替 ὑπό 加属格来表示施动者。
- 1.1ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα
非人称动词 χρή 所统辖的不定式 ἐλθεῖν 其逻辑主语为宾格分词 ἔχοντα,指代泛指的人。随后的 ὁποῖόν τινα 是宾格补足语,承前省略了 χρὴ [εἶναι],并带有表示方面的宾格 τὸ εἶδος καὶ τὴν γνώμην。
- 1.3ἔστιν δὲ ἃ
习语 ἔστιν ἅ(相当于拉丁语 sunt quae),意为“有些事情”或“亦有些部分”。在此处作 λέλεκται 的主语从句。
- 1.4ὁμώνυμός τε ὢν αὐτῷ
与主句主语(我)一致的现在分词,与下文的 ἐσπουδακώς 一同表示附带情况或原因。此处指历史事实,即著者弗拉维乌斯·阿里安自身亦常被称为“色诺芬”。
