- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:9.1-9.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安记述了赫拉克勒斯之女潘代亚领地内女子早婚与寿命短浅的传说,并以生命周期成比例加速的自然法则对其进行理性合理解释;随后记述了自狄奥尼索斯至桑德拉科托斯的君王编年,以及除亚历山大外印度未受外侵、自身亦不出征的和平历史。
ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεας ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα τὰ πλεῖστα βιώσκεσθαι.
在赫拉克勒斯之女统治的这片土地上,据说女子年满七岁即达婚配之龄,而男子寿命至多不过四十岁。
καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γενομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑωυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου· καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος τοῦτο ὅτου ἡ Πανδαίη ὑπῆρξε τωὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος.
关于此事,在印度人中流传着这样一个传说:赫拉克勒斯晚年得此爱女,当他得知自己的大限将至时,由于找不到一个配得上自己的男子将女儿托付,便亲自与当时年仅七岁的女儿合欢,以便从他与该女身上为印度人留下君王的后嗣。于是赫拉克勒斯使她具备了婚配之龄;从此以后,潘代亚所统治的这整个部族都从赫拉克勒斯那里享有这同一种特权。
ἐμοὶ δὲ δοκέει, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἄν ἑωυτὸν ἀποφῆναι μακροβιώτερον,1 ὡς ὡραίῃ μιγῆναι τῇ παιδί.
但在我看来,如果赫拉克勒斯当真能够施展如此不可思议之事,他也本可以使自己更长寿一些,好在女儿适龄时再与她结合。
ἀλλὰ γὰρ εἰ τὰ ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐς τωὐτὸν φέρειν δοκέει ἔμοιγε ἐς ὅ τι περ καὶ τὸ ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι αὐτῶν.
然而,如果关于这里孩童婚配年龄的说法是真实的,在我看来,这正与有关男子年龄的记载——即他们当中最长寿者至多活到四十岁便死去——归结于同一个道理。
0ἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήραϊ, πάντως κου καὶ ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει.
因为对于那些衰老降临得如此迅疾、死亡又伴随衰老而至的人们来说,其生命鼎盛之期的绽放,按理也必然与寿数的终结成正比而提前到来。
ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν κου εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γεγονότες οἱ ἔξω ἥβης νεηνίσκοι, ἡ δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ τῇσι γυναιξὶν ὥρη γάμου κατὰ λόγον ἄν ἐς τὰ ἑπτὰ ἔτεα συμβαίνοι.
因此,他们的男子在三十岁时大概就已是老态初现的半老之人,到了二十岁就已是度过了青春鼎盛期的青年,而最盛之青春大约在十五岁上下;女子按比例在七岁时进入婚配适龄期,亦是顺理成章的。
καὶ γὰρ τοὺς καρποὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον τῶν ἄλλῃ ὡυτὸς οὗτος Μεγασθένης ἀνέγραψε καὶ φθίνειν ταχύτερον.
事实上,这位麦加斯梯尼自己也曾记载,这片土地上的果实比其他地方成熟得更快,凋零衰亡得也更快。
ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδράκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν, ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι τρὶς τὸ πᾶν ἐς ἐλευθερίην τὴν δὲ καὶ ἐς τριηκόσια· τὴν δὲ εἴκοσί τε ἐτέων καὶ ἑκατὸν.2 πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν·
自狄奥尼索斯至桑德拉科托斯,印度人共计历经了一百五十三位国王,六千零四十二年;在此期间,他们总共有三次恢复自由政体,一次长达三百年,另一次则有一百二十年。印度人还说,狄奥尼索斯比赫拉克勒斯早了十五代人。
ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίην βασιλέων γενόμενον τὸν Κῦρον.
此外,再无他人曾出于战争而入侵过印度的土地,即便冈比西斯之子居鲁士也不曾侵入——尽管居鲁士曾远征斯基泰人,且在其余各方面都是全亚细亚君王中最具雄才大略、四处征战之人。
ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν3 τε καὶ κρατῆσαι πάντων τοῖσιν ὅπλοισιν, ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, εἰ ἡ στρατιὴ ἤθελεν.
唯有亚历山大率军前来,用武力征服了他所进攻的所有部族;倘若他的军队愿意,他本可以将全境一并征服。
οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκηίης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.
然而,印度人本身出于公正之道,也从未有人为战事而出征到本土之外。
- 9.4κἄν ἑωυτὸν ἀποφῆναι μακροβιώτερον
κἄν 为 καὶ ἄν 的缩合形式。在前面 ἐμοὶ δὲ δοκέει 所引导的间接引语中,ἄν 修饰不定式 ἀποφῆναι,用以表示与过去事实相反的虚拟条件句的主句(原为直陈式过去时加 ἄν),与条件从句 εἴπερ ὦν... οἷός τε ἦν 相互呼应。
- 9.9ἐς ἐλευθερίην τὴν δὲ καὶ ἐς τριηκόσια· τὴν δὲ εἴκοσί τε ἐτέων καὶ ἑκατὸν
极度省略的紧缩句(brachylogy)。τρὶς... ἐς ἐλευθερίην(三次进入自由状态/共和政体)省略了表示变动的动词(如 ἀφικέσθαι)。随后的「τὴν δὲ... τὴν δὲ...」(一段时期达……,另一段时期达……)省略了 περίοδον,用作对等宾格短语,具体陈述政体中断与自治的历时长度。
- 9.11ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν
惯用连词组合 ἀλλὰ... γάρ。针对前文所断言的全盘否定(即无人曾为战事入侵印度),ἀλλά 引入对比性的唯一例外(亚历山大),而 γάρ 则承担解释或补充说明该例外事实的作用。
