- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:8.1-8.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了狄奥尼索斯分封王位与印度历代君主的世袭制度、被视为土著的赫拉克勒斯的受崇拜与其女潘代亚,以及赫拉克勒斯发现珍珠的故事与珍珠的捕捞及价值。
ἀπιόντα δὲ ἐκ τῆς Ἰνδῶν γῆς, ὥς οἱ ταῦτα ἐκεκόσμητο, καταστῆσαι βασιλέα τῆς χώρης Σπατέμβαν, τῶν ἑταίρων τὸν βακχωδέστατον· τελευτήσαντος δὲ Σπατέμβα τὴν βασιληίην ἐκδέξασθαι Βουδύαν τὸν τούτου παῖδα.
当狄奥尼索斯整顿好这些事务后,在离开印度土地之际,他立同伴中最具巴克科斯热忱的斯帕滕巴斯为该地之王;斯帕滕巴斯去世后,其子布迪亚斯继承了王位。
καὶ τὸν μὲν πεντήκοντα καὶ δύο ἔτεα βασιλεῦσαι Ἰνδῶν, τὸν πατέρα, τὸν δὲ παῖδα εἴκοσιν ἔτεα. καὶ τούτου παῖδα ἐκδέξασθαι τὴν βασιληίην Κραδεύαν, καὶ τὸ ἀπὸ τοῦδε τὸ πολλὸν μὲν κατὰ γένος ἀμείβειν τὴν βασιληίην, παῖδα παρὰ πατρὸς ἐκδεκόμενον· εἰ δὲ ἐκλείποι τὸ γένος, οὕτω δὴ ἀριστίνδην κατίστασθαι Ἰνδοῖσι βασιλέας.
父王统治了印度人五十二年,其子统治了二十年。此后其子克拉德瓦斯继承了王位,从此以后,王位多依血统世袭,子承父业;但若世系断绝,印度人便凭德能择善者立为君王。
Ἡρακλέα δέ, ὅντινα ἐς Ἰνδοὺς ἀπικέσθαι λόγος κατέχει, παρʼ αὐτοῖσιν Ἰνδοῖσι γηγενέα λέγεσθαι.
至于传闻中曾来到印度人那里的赫拉克勒斯,据印度人自己说,他是本土所生的土著。
τοῦτον τὸν Ἡρακλέα μάλιστα πρὸς Σουρασηνῶν γεραίρεσθαι, Ἰνδικοῦ ἔθνεος, ἵνα δύο πόλιες μεγάλαι, Μέθορά τε καὶ Κλεισόβορα· καὶ ποταμὸς Ἰωβάρης πλωτὸς διαρρέει τὴν χώρην αὐτῶν.
这位赫拉克勒斯尤其受到印度的一个部族苏拉塞诺伊人的尊崇,他们那里有两座大城,即麦托拉和克雷索博拉;可通航的约巴雷斯河贯流他们的土地。
τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ,1 ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται. καὶ τούτῳ ἄρσενας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν γῇ — πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα —, θυγατέρα δὲ μουνογενέην. οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην. ἵνα τε ἐγένετο καὶ ἧστινος ἐπέτρεψεν αὐτῇ ἄρχειν Ἡρακλέης, τῆς παιδὸς ἐπώνυμον. καὶ ταύτῃ ἐλέφαντας μὲν γενέσθαι ἐκ τοῦ πατρὸς ἐς πεντακοσίους, ἵππον δὲ ἐς τετρακισχιλίην, πεζῶν δὲ ἐς τὰς τρισκαίδεκα μυριάδας.
麦加斯梯尼说,这位赫拉克勒斯所穿戴的装束,据印度人自己叙述,与忒拜的赫拉克勒斯相似。在印度的土地上,他生了极多的儿子——因为这位赫拉克勒斯也与许多妇人婚配——,但只有一个独生女。这女孩的名字叫潘代亚,而她出生的地方,以及赫拉克勒斯委派她去统治的地区,皆以该女之名命名。她从父亲那里得到了大约五百头战象、四千名骑兵和多达十三万名步兵。
καὶ τάδε δὲ μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ ἐς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρʼ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὸν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον. τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.
部分印度人关于赫拉克勒斯还传说:他在巡行了所有的陆地和海洋、荡平了一切灾患之后,在海中发现了一种新式的妇人饰物,即直至今日,那些将货物从印度土地运往我们这里的人仍争相购买并运出的,以及昔日的希腊人和今日罗马人中凡富有殷实者更加竞相购买的、用印度语言这般称呼的“海珍珠”。赫拉克勒斯因觉得这种佩饰美丽,便从各海将这珍珠汇集至印度的海域,作为给他自己女儿的饰物。
καὶ λέγει Μεγασθένης, θηρεύεσθαι αὐτοῦ τὴν κόγχην δικτύοισι, νέμεσθαι δὲ κατὰ τωὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας. καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα ἢ βασίλισσαν, ὡς τῇσι μελίσσῃσι.
麦加斯梯尼说,它的贝壳是用网捕捞的,许多贝壳聚在同处觅食,正如蜜蜂一样。因为珍珠亦如蜜蜂那般,拥有一位王或女王。
καὶ ὅστις μὲν ἐκεῖνον κατʼ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν2 καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα,3 τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.
凡侥幸捕获那只王者,便能轻易将整个珍珠群一网打尽;但若王从他们手中逃脱,其余的便再也无法捕获。捕获者听任贝肉腐烂,而用其骨作为饰物。
καὶ εἶναι γὰρ καὶ παρʼ Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον.
因为即便在印度人中间,珍珠的价值也是精炼黄金的三倍,而黄金亦是在印度的土地上开采出来的。
- 8.6τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ
前置提引(先置)与关系从句嵌套造成的倒装结构。句子的基础主干本为 Μεγασθένης λέγει ὅτι οὗτος ὁ Ἡρακλέης ἐφόρεε σκευὴν ὁμοίην τῷ Θηβαίῳ Ἡρακλέϊ,但作为核心话题的宾语 τὴν σκευὴν 被大幅提至句首,后接关系从句 ἥντινα ἐφόρεε,随后方接主句谓语动词 Μεγασθένης λέγει 以及 ὅτι 从句中的述语形容词 ὁμοίην(补出 ἐφόρεε)。
- 8.12ὅστις μὲν ἐκεῖνον κατʼ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν
由关系代词 ὅστις 引导的从句带有无 ἄν 的祈愿语气(συλλάβοι),构成一般性条件(“凡侥幸捕获彼者……”),后接的指示代词 τοῦτον 作主句不定式 περιβάλλειν 的逻辑主语。句中两次出现的 μὲν 各有照应:前一个 μὲν 与后文的条件从句 εἰ δὲ 相对照,后一个 μὲν 与结果主句中的 τούτοισι δὲ 相对照。
- 8.12τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα
间接引语中的对格加不定式结构。τοὺς ἑλόντας 是不定式 περιορᾶν 的逻辑主语(“捕获者听任/听凭……”),随后的不定式 κατασαπῆναι 的主语是 τὴν σάρκα(“肉腐烂”)。与格代词 σφισι 作为利益/关涉或领有与格,指捕获者或贝类自身。
