← 阿利安

印度志

§10.1-10.9

巴林博特拉的规模与奴隶的缺位

记述了印度人不修墓碑的丧葬风俗、适应洪水条件的城市建材(木造与砖泥造)、最大城市巴林博特拉的规模,以及全境绝无奴隶的社会制度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

λέγεται δὲ καὶ τάδε, μνημήια ὅτι Ἰνδοὶ τοῖσι τελευτήσασιν οὐ ποιέουσιν, ἀλλὰ τὰς ἀρετὰς γὰρ τῶν ἀνδρῶν ἱκανὰς ἐς μνήμην τίθενται τοῖσιν ἀποθανοῦσι καὶ τὰς ᾠδὰς αἳ αὐτοῖσιν ἐπᾴδονται.

此外还有这样的说法:印度人不为死者修筑纪念碑墓,而是认为逝者生前的德行以及人们为悼念他们所咏唱的歌谣,便足以留存其记忆。

§10.2

πολίων δὲ ἀριθμὸν οὐκ εἶναι ἂν ἀτρεκὲς ἀναγράψαι τῶν Ἰνδικῶν ὑπὸ πλήθεος. ταύτας μὲν ξυλίνας ποιέεσθαι· οὐ γὰρ ἂν ἐκ πλίνθου ποιεομένας διαρκέσαι1 ἐπὶ χρόνον τοῦ τε ὕδατος εἵνεκα τοῦ ἐξ οὐρανοῦ καὶ ὅτι οἱ ποταμοὶ αὐτοῖσιν ὑπερβάλλοντες ὑπὲρ τὰς ὄχθας ἐμπιμπλᾶσι τοῦ ὕδατος τὰ πεδία.

又据说,由于数量极其庞大,无法确切记录印度各城镇的数目。这些〔城镇〕由木材建造;因为若用砖块建造,它们便无法长久留存,这既是因为天上降下的雨水,也是因为河水泛滥越过堤岸、以大水漫淹平原。

§10.4

ὅσαι δὲ ἐν ὑπερδεξίοισί τε καὶ μετεώροισι τόποισι καὶ τούτοισι ψιλοῖσιν ᾠκισμέναι εἰσί, ταύτας δὲ ἐκ πλίνθου τε καὶ πηλοῦ ποιέεσθαι.

相反,凡是座落于高耸、凸出且空旷无树之地上的城镇,则用砖块和泥土建造。

§10.5

μεγίστην δὲ πόλιν ἐν Ἰνδοῖσιν εἶναι τὴν Παλίμβοθρα καλεομένην, ἐν τῇ Πρασίων γῇ, ἵνα αἱ συμβολαί εἰσι τοῦ τε Ἐραννοβόα ποταμοῦ καὶ τοῦ Γάγγεω· τοῦ μὲν Γάγγεω, τοῦ μεγίστου ποταμῶν· ὁ δὲ Ἐραννοβόας τρίτος μὲν ἂν εἴη τῶν Ἰνδικῶν ποταμῶν, μέζων δὲ τῶν ἄλλῃ καὶ οὗτος. ἀλλὰ συγχωρέει τῷ Γάγγῃ, ἐπειδὰν ἐμβάλῃ ἐς αὐτὸν τὸ ὕδωρ.

在印度人中最大的城市名为巴林博特拉,位于普拉西伊人的土地上,处于埃兰诺博阿斯河与恒河的汇合处。恒河是诸河中最大的,而埃兰诺博阿斯河大概在印度诸河中位列第三,它本身也比别处的河流更为庞大;然而一旦它将流水注入恒河,便让位于恒河。

§10.6

καὶ λέγει Μεγασθένης, μῆκος μὲν ἐπέχειν τὴν πόλιν κατʼ ἑκατέρην τὴν πλευρὴν ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται2 ἐς ὀγδοήκοντα σταδίους, τὸ δὲ πλάτος ἐς πεντεκαίδεκα.

麦加斯梯尼说,该城在其自身最长的两侧,长度各达八十斯塔德,宽度则为十五斯塔德。

§10.7

τάφρον δὲ περιβεβλῆσθαι τῇ πόλι τὸ εὖρος ἑξάπλεθρον, τὸ δὲ βάθος τριήκοντα πήχεων· πύργους δὲ ἑβδομήκοντα καὶ πεντακοσίους ἔχειν τὸ τεῖχος καὶ πύλας τέσσαρας καὶ ἑξήκοντα.

城池四周环绕着一道壕沟,宽六普莱特龙,深三十肘;城墙上筑有五百七十座塔楼和六十四座城门。

§10.8

εἶναι δὲ καὶ τόδε μέγα ἐν τῇ Ἰνδῶν γῇ, πάντας Ἰνδοὺς εἶναι ἐλευθέρους, οὐδέ τινα δοῦλον εἶναι Ἰνδόν. τοῦτο μὲν Λακεδαιμονίοισιν ἐς τωὐτὸ συμβαίνει καὶ Ἰνδοῖσι.

在印度的土地上还有一件极为重大的事:所有的印度人都是自由人,没有任何一个印度人是奴隶。在这一点上,拉刻代蒙人与印度人有相通之处。

§10.9

Λακεδαιμονίοισι μέν γε οἱ εἵλωτες δοῦλοί εἰσι καὶ τὰ δούλων ἐργάζονται, Ἰνδοῖσι δὲ οὐδὲ ἄλλος δοῦλός ἐστι, μήτι γε Ἰνδῶν τις.3

然而,拉刻代蒙人的黑劳士是奴隶,从事着奴隶的劳作;而在印度人中,不仅别的人不是奴隶,印度人自身就更是绝无一人为奴了。

语法注3 条
  1. 10.3οὐ γὰρ ἂν ἐκ πλίνθου ποιεομένας διαρκέσαι

    助词 ἄν 与不定式 διαρκέσαι 结合,并带有表示条件的分词 ποιεομένας(“即使是由砖块建造”)。在间接引语中,这构成了违实条件句或潜在条件句的归结分句(“它们也无法长久支撑”)。

  2. 10.6ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται

    最高级形容词 μακροτάτη 与反身代词属格 ἑωυτῆς 结合的惯用比较结构,意为“该城在自身处于最长状态或部位所建之处”,指城市沿其最长两侧的延伸长度。

  3. 10.9μήτι γε Ἰνδῶν τις

    惯用短语 μήτι γε 接在前面的否定句(οὐδὲ ἄλλος δοῦλός ἐστι)之后,意为“何况”、“更不用说/断然不会”。用于强调既然连外人都不曾为奴,本族的印度人就更加绝无可能为奴了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:10.1-10.9