- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:7.1-7.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿利安质疑了麦加斯梯尼关于印度部族数目的可信度,并概述了狄奥尼索斯到来之前印度人原始游牧的生活状态,以及其到来后通过城邑、农耕与宗教礼仪使其文明化的过程。
ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ πάντα λέγει Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένεϊ, τὸ δὲ ἀτρεκὲς1 οὐκ ἔχω εἰκάσαι ὅκως ἐκμαθὼν ἀνέγραψεν, οὔτε πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὔτε ἐπιμιξίης πᾶσι τοῖσι γένεσιν ἐούσης ἐς ἄλληλα.
麦加斯梯尼说,印度诸部族总共有缺二至一百二十之数,即一百一十八个。印度部族众多这一点,我自己也赞同麦加斯梯尼,但至于确切的真相,我却无法揣测他是如何查明并记录下来的,因为他既未涉足过印度土地哪怕极小的一部分,所有各族之间也并无相互交往。
πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, κατάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐν τῇσιν ἁμάξῃσι πλανεύμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόλιας οἰκέοντες οὔτε ἱρὰ θεῶν σέβοντες.
据说古时印度人实为游牧者,正如塞西亚人中非耕作者一样,后者乘着大车到处漫游,迁徙于塞西亚的一处又一处土地,既不住在城邑中,亦不崇拜神祇的庙宇。
οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱρὰ θεῶν δεδομημένα, ἀλλὰ ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῇ τάλα, καὶ φύεσθαι ἐπʼ αὐτῶν, κατάπερ τῶν φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας.
同样,印度人既无城邑,亦无建成的神庙,而是身披他们所杀野兽的皮毛,以树皮为食;这些树用印度话称为塔拉,树上正如在椰枣树的顶端一样,生长着宛如羊毛团之物。
σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τὴν Ἰνδῶν.
他们还生吃捕获的野兽之肉,直至狄奥尼索斯来到印度土地之前一直如此。
Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόλιάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλισιν, οἴνου τε δοτῆρα Ἰνδοῖσι γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα, ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν ἔδωκε2 καρποῦ τοῦ ἡμέρου.
而当狄奥尼索斯到来并统治了印度人之后,他建立起城邑,为城邑制定了法律,如同对待希腊人一样成为赐给印度人葡萄酒之神,并亲自给予种子,教导他们在土地上播种;这要么是因为当得墨忒耳差遣特利普托勒摩斯播种全地时,特利普托勒摩斯未曾巡行至此,要么是因为在特利普托勒摩斯之前,这位不知是谁的狄奥尼索斯来到了印度土地,将栽培作物的种子赠予了他们。
βόας τε ὑπʼ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλούς, καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι.
狄奥尼索斯还首次将公牛套上犁铧,使大多数印度人由游牧者变为耕作者,并用战阵武器武装了他们。
καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε3 Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ διδάξαι τὴν σατυρικήν, τὸν κόρδακα παρʼ Ἕλλησι καλεόμενον, καὶ κομᾶν Ἰνδοὺς τῷ θεῷ. μιτρηφορέειν τε ἀναδεῖξαι, καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι.
狄奥尼索斯还教导他们敲击钹和击打手鼓来崇拜诸神,特别是崇拜他自己;他还传授了萨堤洛斯之舞,即在希腊人中被称为科尔达克斯的舞蹈,并让印度人为该神蓄长发。他还确立了佩戴头巾之习,并详加传授了涂抹香膏之法。
- 7.25τὸ δὲ ἀτρεκές
该中性宾格短语前置于句首,对话题进行先导或限定性提示(“至于确切的真相”),在由 οὐκ ἔχω εἰκάσαι 所统辖的从句 ὅκως ἐκμαθὼν ἀνέγραψεν 之前充当限定宾格或预期的宾语。
- 7.6ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου ... ἢ πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν ... ἔδωκε
由表示二者择一的连词 ἢ ... ἢ ... 构成的平行结构,但存在统语上的不对称(破格,anacoluthon):前半部分为属格绝对分词结构(οὐκ ἐλάσαντος ... Τριπτολέμου,表原因),后半部分则转为带有主格分词的限定动词句(ἔδωκε)。
- 7.8ὅτι ἐδίδαξε
句首的 καὶ θεοὺς σέβειν 承接前文继续使用间接引语的不定式(σέβειν),但随后插入了连词 ὅτι 与不定过去时直陈式动词 ἐδίδαξε,构文暂时转为直接陈述,随即又在 καὶ ὄρχησιν δὲ διδάξαι 中恢复为不定式结构。
