← 阿利安

印度志

§6.1-6.9

印度河流的泛滥机制及与埃塞俄比亚的相似性

作者质疑关于休法西斯河以远印度的传闻的可信度,引述了麦加斯梯尼关于无法浮物的西兰河的记载,并通过印度河流的夏雨泛滥类比说明尼罗河泛滥的成因,进而指出了印度与埃塞俄比亚在动物及人种体貌上的相似之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι1 ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες οὐ πάντη ἄπιστοί εἰσιν.

且让我将这些话作为论述的离题之言,用以说明某些作者关于休法西斯河对岸的印度人所记载的那些内容看似并不可信;因为直至休法西斯河为止,跟随亚历山大远征的人并非完全不可信赖。

§6.2

ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε.

因为麦加斯梯尼还谈及一条印度河流的如下情况:它的名字叫西拉斯,发源于与该河同名的一处泉水,流经西莱人的土地,而这一部族同样得名于这条河流与泉水,其河水具有如下的特质:

§6.3

οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνειν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.

没有任何东西能被这水托起,没有任何东西能在其中游泳或漂浮于其上,相反,一切皆沉入渊底;那水竟如此比一切事物都更为虚轻且更近于空气。

§6.4

ὕεται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ οὔρεα, Παραπάμισός τε καὶ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν οὖρος, καὶ ἀπὸ τούτων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.

此外,印度大地在夏季降雨,尤其是山脉地区,即帕拉帕米苏斯山、埃莫杜斯山与伊马乌斯山,从这些山上流下的河流浩大而浑浊。

§6.5

ὕεται δὲ τοῦ θέρεος καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτῶν. καὶ ἔφυγεν ἡ Ἀλεξάνδρου στρατιὴ ἀπὸ τοῦ Ἀκεσίνου ποταμοῦ μέσου θέρεος, ὑπερβαλόντος τοῦ ὕδατος ἐς τὰ πεδία, ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα, ὅτι οἰκὸς ὕεσθαι τὰ Αἰθιόπων οὔρεα τοῦ θέρεος, καὶ ἀπʼ ἐκείνων ἐμπιμπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ τὰς ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην.

印度的平原在夏季同样降雨,以至于大部分地方沦为沼泽。亚历山大的军队曾在仲夏时节因河水泛滥至平原而逃离阿刻西涅斯河;因此从这些事实可以推断尼罗河的变异现象,即埃塞俄比亚的山脉在夏季同样应当降雨,而尼罗河自那些山脉得到充注,遂漫过河岸泛滥至埃及土地。

§6.7

θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῇδε τῇ ὥρῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ·2 ἄλλως τε οὐδὲ χιονόβλητα εἴη τὰ Αἰθιόπων οὔρεα ὑπὸ καύματος.

因为尼罗河在这一季节流淌时同样浑浊,这种浑浊既非融雪所致之水流所能呈现,亦非因夏令吹拂的季风阻遏水流所能造成;况且,埃塞俄比亚的山峦因酷热甚至根本不可能覆雪。

§6.8

ὕεσθαι δὲ κατάπερ τὰ Ἰνδῶν οὐκ ἔξω ἐστὶ τοῦ οἰκότος, ἐπεὶ καὶ τἄλλα ἡ Ἰνδῶν γῆ οὐκ ἀπέοικε τῆς Αἰθιοπίης, καὶ οἱ ποταμοὶ οἱ Ἰνδικοὶ ὁμοίως τῷ Νείλῳ τῷ Αἰθιοπηίῳ τε καὶ Αἰγυπτίῳ κροκοδείλους τε φέρουσιν, ἔστιν δὲ οἳ αὐτῶν καὶ ἰχθύας καὶ ἄλλα κήτεα ὅσα ὁ Νεῖλος, πλὴν ἵππου τοῦ ποταμίου· Ὀνησίκριτος δὲ καὶ ἵππους τοὺς ποταμίους λέγει ὅτι φέρουσι.

而像印度山脉那样降雨则完全合乎情理,因为在其他方面,印度的土地与埃塞俄比亚亦无不同,印度的河流如同埃塞俄比亚与埃及的尼罗河一样生长着鳄鱼,其中一些河流除河马外还生长着与尼罗河同样多的鱼类及其他巨兽;不过奥内西克利图斯说它们同样出产河马。

§6.9

τῶν δὲ ἀνθρώπων αἱ ἰδέαι οὐ πάντη ἀπᾴδουσιν αἱ Ἰνδῶν τε καὶ Αἰθιόπων. οἱ μὲν γὰρ πρὸς νότου ἀνέμου Ἰνδοὶ τοῖσιν Αἰθίοψι μᾶλλόν τι ἐοίκασι, μέλανές τε ἰδέσθαι εἰσὶ, καὶ ἡ κόμη αὐτοῖσι μέλαινα, πλήν γε δὴ ὅτι σιμοὶ οὐκ ὡσαύτως οὐδὲ οὐλόκρανοι ὡς Αἰθίοπες· οἱ δὲ βορειότεροι αὐτῶν καὶ Αἰγυπτίους μάλιστα ἂν εἶεν τὰ σώματα.3

再者,印度人与埃塞俄比亚人在人的相貌外表上也并非全无相通之处。居于偏南风向的印度人更像埃塞俄比亚人,外表黝黑,头发亦黑,唯有不像埃塞俄比亚人那样扁鼻与卷发;而他们当中偏北的居民,其身躯则极可能与埃及人最为相似。

语法注3 条
  1. 6.1ἐς τὸ μὴ πιστὰ φαίνεσθαι

    介词 ἐς 与带冠词的不定式 τὸ μὴ φαίνεσθαι 连用,表示目的或结果(“用以表明/以至于……显得不可信”),承接前文的 ἐκβολὴ ἔστω τοῦ λόγου(“且作为论述的离题之言”),说明作者进行此番跑题的目的所在。

  2. 6.7ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ

    由连词 ὡς 引导的非真实条件比较结构,搭配直陈式过去时加 ἄν。前半句 οὔτε ἂν ... ἔρρεεν 中,条件从句被压缩为介词短语 ἀπὸ χιόνος τηκομένης(“来自融雪”);后半句 οὔτε εἰ ... ἀνεκόπτετο 则以并列形式给出了带 εἰ 的非真实条件从句(直陈式未完成过去时),共用主句动词 ἔρρεεν。此句论证了融雪说与季风壅塞说皆无法解释夏季尼罗河浑浊泛滥的现象。

  3. 6.9καὶ Αἰγυπτίους μάλιστα ἂν εἶεν τὰ σώματα

    希求式带 ἄν(ἂν εἶεν)表示审慎断言或推测(潜在希求式)。Αἰγυπτίους 作为比较对象充当宾语/表语(“最接近埃及人”),而 τὰ σώματα 则是关系宾格/限定宾格(“在身躯方面”)。全句意为“在身体特征上很可能与埃及人最为相似”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:6.1-6.9