← 阿利安

印度志

§5.1-5.13

印度可通航河流与昔日远征传说的辨析

记述了麦加斯梯尼关于印度诸河总数与通航性的说法,继而审视了亚历山大之前塞索斯特里斯、塞米拉米斯、狄奥尼索斯与赫拉克勒斯等人的远征传说,并批驳了马其顿人关于阿奥尔诺斯石山与普罗米修斯的夸大之词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν,1 φραζέτω· ἐμοὶ δὲ καὶ ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω.

若有人愿意说明印度河流数量之多与规模之大的原因,就由他去说明吧;至于我,这些记载且算作传闻记录于此。

§5.2

ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν· ἐς τὸν ἑῷόν τε καὶ μεσαμβρινὸν πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδικοὶ ποταμοί, ναυσίποροι πάντες.

因为麦加斯梯尼还记载了许多其他河流的名称,它们在恒河与印度河之外注入东海与南海,以至于他说印度河流总共有五十八条,且全都可以通航。

§5.3

ἀλλὰ οὐδὲ Μεγασθένης τὴν πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε δὴ ὅτι πλεῦνα ἢ οἱ σὺν Ἀλεξάνδρῳ [τῷ Φιλίππου] ἐπῆλθεν· συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ μεγίστῳ βασιλέι τῶν Ἰνδῶν, καὶ πώρῳ, ἔτι τούτου μέζονι.

但在我看来,甚至连麦加斯梯尼也未曾走遍印度大地的多大一部分,只是他踏足的地方确实比跟随腓力之子亚历山大的人更多;因为他说自己曾与印度人中最伟大的君主桑德拉科托斯会面,也曾与比此人更为显赫的珀罗斯会面。

§5.4

οὗτος ὦν ὁ Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους, ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν πολλὴν καὶ ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα.

于是,这位麦加斯梯尼说,印度人从未对任何其他民族发动战争,其他民族也未曾对印度人发动战争;相反,埃及的塞索斯特里斯虽征服了亚洲的大部分并率军远至欧洲,却又折返回国;而斯基泰人伊丹堤尔苏斯自斯基泰出发,征服了亚洲的许多部族,甚至以战胜者的姿态挺进埃及人的土地。

§5.7

Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι ἐς Ἰνδούς, ἀποθανεῖν δὲ πρίν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον.

亚述的塞米拉米斯曾试图发兵进攻印度人,却在计划付诸实施之前便已去世。事实上,唯有亚历山大曾进军征讨印度人。

§5.8

χαἰ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι οὐ πολλός.

在亚历山大之前,关于狄奥尼索斯,流传着许多说法称他也曾进军印度并征服了印度人,但关于赫拉克勒斯的说法却并不多。

§5.9

Διονύσου μέν γε τῆς στρατηλασίης καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον, καὶ ὁ Μηρὸς τὸ οὖρος, καὶ ὁ κισσὸς ὅστις ἐν τῷ οὔρεϊ τούτῳ φύεται, καὶ αὐτοὶ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν· Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα.

关于狄奥尼索斯的远征,纽萨城就是一个显赫的纪念,梅罗斯山、生长在这座山上的常春藤、伴随着鼓声与钹声奔赴战场的印度人本身,以及他们如狄奥尼索斯的巴克科斯信徒那般身着的斑斓服饰,皆是其明证;但关于赫拉克勒斯的纪念遗迹却微乎其微。

§5.10

ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν2 δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμισον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.

至于亚历山大以武力攻克的阿奥尔诺斯石山,关于赫拉克勒斯无法攻下它的说法,在我看来不过是马其顿人的夸口,恰如马其顿人将帕拉帕米苏斯山脉称为高加索一样,而这座山与高加索毫无关联。

§5.11

καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.

他们在帕拉帕米萨达伊人境内注意到一个洞穴,便声称这就是提坦普罗米修斯因盗火而被悬吊示众的那个洞穴。

§5.12

καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.

此外,在印度部族西巴伊人那里,他们见到西巴伊人身披兽皮,便断言西巴伊人是赫拉克勒斯远征遗留下来的残部;因为西巴伊人确实携带着棍棒,他们的牛身上也烙有棍棒印记,而他们把这也归结为对赫拉克勒斯棍棒的纪念。

§5.13

εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη,3 οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην τὴν οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένην μέγας βασιλεύς.

然而,若有人相信这些事,那么这位赫拉克勒斯必定是另一位赫拉克勒斯,既非忒拜人,亦非推罗人或埃及人,或者甚至是位于距印度土地不远的高地内陆的某位伟大君王。

语法注3 条
  1. 5.1τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν

    作为关系从句 ὅστις ἐθέλει φράζειν 中动词 φράζειν 之宾语的名词短语 τὸ αἴτιον 被前置于句首,而其修饰性属格 τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν 则通过倒装隔置(hyperbaton)被置于动词之后。全句的主干为第三人称命令式句式 τὸ αἴτιον ... φραζέτω(“愿欲阐明其原因者阐明之”)。

  2. 5.10ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν

    宾格短语 τὴν Ἄορνον πέτρην 语法上是 ὅτι 引导的从属从句中动词 ἐξελεῖν 的宾语,但被先取(prolepsis)置于句首。主句谓语为 μακεδονικὸν δοκέει μοι κόμπασμα(“在我看来是马其顿人的夸口”),关于赫拉克勒斯无法攻克该岩山的整套说法构成了此“夸口”的具体内容。

  3. 5.13εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη

    混合条件句:条件从句为直陈式现在时省略系动词的形式(εἰ δέ τῳ πιστὰ [ἐστι] ταῦτα),而归结从句则采用 ἄν + 希求式(ἄλλος ἂν ... εἴη)。条件句中性地假定“若有人当真相信这些事”,主句则以潜势希求式表达谨慎的推论与断定:“这位赫拉克勒斯想必是另外一人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:5.1-5.13