- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:4.1-4.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了注入恒河与印度河的众多庞大支流,论证两河的规模远非伊斯特尔河与尼罗河所能比拟。
ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν Ἀλέξανδρος.
然而,关于许法西斯河以外的地区,我无法确切论断,因为亚历山大并未越过许法西斯河。
αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγάθεϊ πολλόν τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν·
在恒河与印度河这两条最大的河流中,麦加斯梯尼以及所有提及恒河的人都记载道,恒河在规模上远远超过印度河。
αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἀπὸ τῶν πηγέων, δέκεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον, πάντας πλωτούς· ἐπὶ δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς· ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινάσης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων, καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐν τοῖσι Παζάλῃσι καλεομένοισι. καὶ Ἐρρένυσις δὲ ἐν Μάθῃσιν, ἔθνεϊ Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ.
因为恒河自发源之处便已水量巨大,并接纳了凯纳斯河、埃兰诺博阿斯河与科索阿诺斯河,它们全都是可通航的河流;此外还有索努斯河、西托卡提斯河与索洛马提斯河,这些同样是可通航的;进而还有孔多恰特斯河、桑布斯河、马贡河、阿戈拉尼斯河与奥马利斯河。大河科米纳塞斯、卡库提斯河以及从马都安迪诺伊这一印度部族土地流出的安多马提斯河亦注入其中;此外,流经卡塔杜帕城旁的阿米斯提斯河,以及在所谓帕扎莱人境内的奥克西马吉斯河也汇入恒河。在印度部族马泰人境内的埃伦纽西斯河同样汇入恒河。
τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος.
麦加斯梯尼说,这些支流中没有一条比可通航处的迈安德罗斯河小。
εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος,1 ἐς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα.
因此,恒河即便在自身最狭窄之处,宽度也达一百斯塔德;在许多地方它甚至蓄集成湖,以至于在那些地势低洼且无任何丘陵突起的区域,对岸完全隐没不见。
τῷ δὲ Ἰνδῷ ἐς τωὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν.2
在印度河的情况也是如此。许德拉奥特斯河在坎比斯托洛伊人境内接纳了阿斯特鲁拜人境内的许法西斯河、来自凯凯奥伊人的萨兰格斯河以及来自阿塔克诺伊人的纽德罗斯河之后,它们一并注入阿刻西涅斯河。
Ὑδάσπης δὲ ἐν Ὀξυδράκῃσιν ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος.
而许达斯佩斯河在阿里斯帕伊人境内携带着锡纳罗斯河,同样在奥克西德拉凯人境内注入阿刻西涅斯河。
ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖσι συμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ δὴ οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν.
阿刻西涅斯河在马洛伊人境内汇入印度河;大河图塔普斯亦注入阿刻西涅斯河。阿刻西涅斯河饱含这些河水,在名称上也压倒其他支流,最终以自己的名字注入印度河。
κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μάλαντόν τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν.
科芬河在佩乌凯拉伊提斯境内,携带着马兰图斯河、索阿斯图斯河与加罗亚河,注入印度河。
κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν.
在这些支流的上游,相隔不远的帕雷努斯河与萨帕尔努斯河注入印度河。索阿努斯河则从阿比萨雷奥伊人的山区流出,未与任何其他河流合流便单独注入印度河。麦加斯梯尼说,这些支流的大多数都是可通航的。
οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον.3
因此,绝不应对印度河与恒河的体量抱有怀疑,也不应认为伊斯特尔河与尼罗河能与它们相提并论。
ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπʼ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην· ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον.
事实上,我们知道没有任何河流注入尼罗河,反而是从尼罗河开凿出的水渠遍布埃及大地;而伊斯特尔河虽然在水源处水流微弱,却接纳了许多河流,但在数量上根本无法与那些注入印度河与恒河的印度诸河相比,并且可通航的河流更是少之又少。其中我亲眼所见的有埃努斯河与萨乌斯河。
Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, ὁ δὲ Σάος κατὰ Παίονας. ὁ δὲ χῶρος, ἵναπερ συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς κου οἶδε.
埃努斯河在诺里克人与赖提亚人土地的交界处汇入伊斯特尔河,而萨乌斯河则在派奥尼亚人一带汇入。两河汇流之处被称为陶鲁努姆。若有人知晓注入伊斯特尔河的其他可通航河流,他所知道的必定也寥寥无几。
- 4.7αὐτὸς ἑωυτοῦ στεινότατος
最高级与反身代词属格结合构成的自我比较句式(“在其自身最狭窄之处”),用于比较同一条河流的不同河段,而非与其他事物对比。
- 4.8Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν.
语法主语虽为单数的 Ὑδραώτης,但谓语动词因意义一致(constructio ad sensum)而采用了复数 ἐμβάλλουσιν,这是考虑到分词短语 παρειληφὼς ... 中汇聚了数条支流的语义所致。
- 4.13οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον.
不定式 εἶναι 依赖于在 μηδέ 后随 χρὴ 承前省去的思考动词(如 νομίζειν,“也不应当认为……”),或直接依赖于 ἀπιστίην ἔχειν(此时 μηδέ 意为“甚至不”)。宾格 τόν τε Ἴστρον καὶ τὸν Νεῖλον 是该不定式的逻辑主语,συμβλητούς 则是其表语形容词。
