- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:42.1-42.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼阿库斯舰队沿巴西提格里斯河逆流而上与亚历山大大军会合,军中举行了献祭与竞技庆典,亚历山大赐予尼阿库斯和莱昂纳托斯金冠以表彰其功绩。
ἐνθαῦτα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλωον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ.1
在此处,传来了亚历山大正进军苏萨的消息。于是他们也折返航行,打算溯巴西提格里斯河而上,与亚历山大会合。
ἔπλωον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερῇ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλώουσι λίμνην, ἐς ἥν ὁ Τίγρης ἐσβάλλει ποταμός, ὃς ῥέων ἐξ Ἀρμενίων παρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτεω ποταμοῦ — ἥν Μεσοποταμίην ἐπὸ τῷδε κληίζεσθαι2 — ἀπείργει.
他们航行折回,将苏西亚纳之地留在左舷,并驶过一座提格里斯河注入的湖泊;该河发源于亚美尼亚,流经昔日宏伟繁盛的尼诺斯城旁,将自身与幼发拉底河之间的土地隔开——据说由于这个缘故,该地被称为美索不达米亚。
ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παραπλόου τῆς Σουσίων γῆς ἔστε ἐπὶ τὸ στόμα τοῦ Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι.
从湖到河本身有六百斯塔德,那里也有一座属于苏西亚纳的村落,人们称之为阿吉尼斯;此村距苏萨约五百斯塔德。沿苏西亚纳人土地直到巴西提格里斯河河口的沿岸航程全长为二千斯塔德。
ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἀνέπλωον διὰ χώρης οἰκεομένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα ὁ βασιλεὺς εἴη.3
从那里他们沿着巴西提格里斯河溯流而上,穿过繁茂宜居的土地。溯流航行约一百五十斯塔德后,他们抛锚停泊,等待尼阿库斯派去探查国王所在的人员。
αὐτὸς δὲ ἔθυε θεοῖσι τοῖσι σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, καὶ ἡ στρατιὴ ἡ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν.
他亲自向拯救诸神献祭,并举办了竞技比赛,全体水军官兵都沉浸在欢欣鼓舞之中。
ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλωον αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐπʼ ἧς τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλέξανδρος ἐς Σοῦσα.
当得知亚历山大已经逼近的消息时,他们再次沿河逆流而上;并在浮桥旁抛锚停泊,亚历山大正打算借此浮桥将军队渡运至苏萨。
ἐνθαῦτα ἀνεμίγη ὁ στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅκου παραφανείη τῆς στρατιῆς,4 ἄνθεσί τε καὶ ταινίῃσιν ἐβάλλετο.
在此处两军会合,亚历山大为舰船与人员的平安获救举行了献祭,并举办了竞技比赛;尼阿库斯无论在军中何处露面,人们都向他抛掷鲜花和饰带。
ἔνθα καὶ χρυσέῳ στεφάνῳ στεφανοῦνται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἥν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείτῃσι προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ5 ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς ὁ στρατός.
在此处,尼阿库斯与莱昂纳托斯都受到亚历山大赐予金冠的嘉奖:尼阿库斯是因为保全了水军,莱昂纳托斯则是因为击败奥雷泰人及其毗邻的异族人所取得的胜利。从印度河口出发的军旅,就这样平安生还归于亚历山大。
- 42.1ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ
连词 ὡς 与不定式 συμμῖξαι 连用表示目的(古典希腊语中 ὡς + 不定式表示目的的结构)。分词 ἀναπλώσαντες 与主语 αὐτοί 性数格一致,表示在达成合流这一主要目的之前所采取的行动。
- 42.3ἐπὸ τῷδε κληίζεσθαι
关系代词 ἥν 所引从句内部使用“宾格加不定式”结构(κληίζεσθαι),体现间接引语(表示传闻或通说)。ἐπὸ 为介词 ἐπί 之误植,与与格 τῷδε 构成介词短语表示原因或依据(“因此之故”)。
- 42.5ἵνα ὁ βασιλεὺς εἴη
此处 ἵνα 并非表示目的(“为了”),而是用作间接疑问的地方副词(“在何处”),在主句过去时态(ἐστάλκει)统辖下采用从属转述希求法(optativus obliquus)εἴη。
- 42.8ὅκου παραφανείη τῆς στρατιῆς
含有希求法 παραφανείη 的过去重复关系从句(过去泛指/反复希求法)。属格 τῆς στρατιῆς 为从属于地点副词 ὅκου 的部分属格(“在军队的任何地方”)。
- 42.9ἀπεσώθη Ἀλεξάνδρῳ
与被动不定过去时动词 ἀπεσώθη 搭配的与格 Ἀλεξάνδρῳ 属于利益与格(dativus commodi)或关涉与格,表示军队“为亚历山大”或“平安归还于亚历山大”。
