- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:41.1-41.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼阿库斯的舰队依靠木桩标记以单列纵队穿过险恶的泥泞浅滩,抵达幼发拉底河口的贸易据点迪里多蒂斯抛锚。
σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, ᾗ οὔνομα Κατάδερβις· καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔνομα.
舰队航行了五百斯塔德后,在一片多鱼湖泊的湖口抛锚停泊,这湖名为卡塔德尔比斯;湖口有一小岛,小岛名为玛尔加斯塔那。
ἐνθένδε δὲ ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βραχέα ἐκομίζοντο ἐπὶ μιῆς νεός·1 πασσάλοισι δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βραχέα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημήια τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας.2
从那里他们在黎明时分起航,穿过浅滩,排成单列纵队前行;浅滩的两侧插有木桩作为标记,正如在莱夫卡斯岛与阿卡纳尼亚之间的地峡处为航海者设立标记、以免船只搁浅在浅滩上一样。
ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ἐόντα τοῖσιν ἐποκείλασι ταχέαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐπʼ ἑκάτερα τοῦ πλεομένου3 βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιῇ μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι.
然而莱夫卡斯附近的浅滩是沙质的,给搁浅者提供了迅速脱浅的机会;但在那里,适航水路两侧的泥浆又深又黏,以致搁浅者绝无任何办法脱险。
οὔτε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοῖς οὐδέν τι ἐπωφέλεον, ἀνθρώποις τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε ἐπὶ τὰ στήθεα.
因为撑篙插进泥中对他们毫无用处,而人们下船将船只推入适航水域也是不可能的;因为他们会陷进泥中直到胸口。
οὕτω δὴ χαλεπῶς διεκπλώσαντες ἐς σταδίους ἑξακοσίους κατὰ νέα ἕκαστοι ὁρμισθέντες, ἐνθαῦτα δείπνου ἐμνήσθησαν.
他们就这样艰难地驶过了六百斯塔德,各船分别抛锚停泊,这时才顾得上吃晚饭。
τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλωον καὶ τὴν ἐπεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν·4 καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ κατωρμίσθησαν ἐπὶ τῷ στόματι τοῦ Εὐφράτεω πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης χώρης — οὔνομα δὲ αὐτῇ Διρίδωτις —, ἵνα λιβανωτόν τε ἀπὸ τῆς πέριξ γῆς οἱ ἔμποροι ἀγινέουσι καὶ τὰ ἄλλα ὅσα θυμιήματα ἡ Ἀράβων γῆ φέρει.
到了夜间,他们已在深水中航行,次日也一直航行到日落解牛之时;他们共驶过了九百斯塔德,在巴比伦地区的一个村落旁的幼发拉底河河口抛锚停泊——那村落名叫迪里多蒂斯——商人们将乳香从周围地区运到那里,还有阿拉伯土地出产的一切其他香料。
ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτεω ἔστε ἐπὶ Βαβυλῶνα λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριηκοσίους.
尼阿库斯说,从幼发拉底河河口直到巴比伦,大约有三千三百斯塔德。
- 41.2ἐπὶ μιῆς νεός
表示航行阵形的前置词短语,意为“成单列纵队”或“一艘接一艘地”,表明舰队在狭窄水路中排成单列依次前行。
- 41.2τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας
带有否定词 μή 的属格冠词不定词结构(τοῦ + 不定词),表目的:“以免船只搁浅在浅滩上”。
- 41.3τοῦ πλεομένου
名词化的中性现在时被动分词,指“适航水域”或“可通航的水道”,作前置词短语 ἐπʼ ἑκάτερα(“在……的两侧”)所支配的属格。
- 41.6ἔστε ἐπὶ βουλυτόν
使用 βουλυτός(解下牛轭)的古希腊习用语,指农作收工放牛的“傍晚时分”或“日落黄昏”,表示时间的界限。
