- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:43.1-43.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了阿拉伯半岛的地理范围以及因酷热缺水而极难环航的情形,列举亚历山大的探险队与汉诺的航海,并最终完成了全书的结语。
τὰ δὲ ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης ὑπὲρ τὴν Βαβυλωνίην Ἀραβίη ἡ πολλή ἐστι, καὶ ταύτης τὰ μὲν κατήκει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν κατὰ Φοινίκην τε καὶ τὴν Παλαιστίνην Συρίην, πρὸς δυομένου δὲ ἡλίου ὡς ἐπὶ τὴν ἔσω θάλασσαν Αἰγύπτιοι τῇ Ἀραβίῃ ὁμουρέουσι.
在红海右侧、巴比伦尼亚上方的广大土地是阿拉伯,其一部分延伸至腓尼基与巴勒斯坦叙利亚旁的大海,而在日落方向朝向内海之处,埃及人与阿拉伯毗邻。
κατὰ δὲ Αἴγυπτον ἐσέχων ἐκ τῆς μεγάλης θαλάσσης κόλπος δῆλον ποιέει ὅτι εἵνεκά γε τοῦ σύρροον εἶναι τὴν ἔξω θάλασσαν περίπλοος ἂν ἦν1 ἐκ Βαβυλῶνος ἐς τὸν κόλπον τοῦτον ἐσέχοντα ὡς ἐπʼ Αἴγυπτον.
从大洋沿埃及向内伸入的海湾表明,由于外海是相通的,本可以从巴比伦环航进入这条朝向埃及延伸的海湾。
ἀλλὰ γὰρ οὔ τις παρέπλωσε ταύτῃ οὐδαμῶν ἀνθρώπων ὑπὸ καύματος καὶ ἐρημίης, εἰ μή τινές γε πελάγιοι κομιζόμενοι.
然而,由于酷热与荒无人烟,没有任何人曾沿此线航过,除非是某些在公海上漂流的人。
ἀλλὰ οἱ ἀπʼ Αἰγύπτου γὰρ ἐς Σοῦσα ἀποσωθέντες τῆς στρατιῆς τῆς Καμβύσεω καὶ οἱ παρὰ Πτολεμαίου τοῦ Λάγου παρὰ Σέλευκον τὸν Νικάτορα σταλέντες ἐς Βαβυλῶνα διὰ τῆς Ἀραβίης χώρης ἰσθμόν τινα διαπορευθέντες ἐν ἡμέρῃσιν ὀκτὼ τῇσι πάσῃσιν ἄνυδρον καὶ ἐρήμην χώρην ἐπῆλθον ἐπὶ καμήλων σπουδῇ ἐλαύνοντες ὕδωρ τέ σφισιν ἐπὶ τῶν καμήλων φέροντες καὶ νυκτοπορέοντες· τὰς γὰρ ἡμέρας ὑπαίθριοι ἀνέχεσθαι διὰ καῦμα ἀδύνατοι ἦσαν.
但是,冈比西斯军队中从埃及生还至苏萨的人,以及拉戈斯之子托勒密派往巴比伦谒见塞琉古·尼卡托的人,穿过阿拉伯地区的一处地峡,骑着骆驼急速前行,在骆驼上驮载淡水并于夜间赶路,在整整八天内穿过了这片干旱无水的荒漠;因为在白昼,他们由于酷热而无法停留在露天之下。
τοσούτου δέει2 τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὴν θάλασσαν οἰκεόμενα εἶναι, ὁκότε τὰ πρὸς ἄρκτον μᾶλλον αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα.
既然连偏北伸展的部分也是荒凉多沙的,那么在我们指出的从阿拉伯湾延伸至红海的这处地峡之外的土地,就更谈不上有人居住了。
ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατʼ Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι, ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην τοῦ ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε ἄρα παραπλώσαντες τῆς Ἀραβίης, ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω ἀπενόστησαν.
从邻近埃及的阿拉伯湾出发的人们,为了前往苏萨和波斯旁的大海而试图环航阿拉伯的大部,却也只是沿着阿拉伯航行到船上所装载的淡水勉强够用的程度,随后便折返回去。
ἐκ Βαβυλῶνος δὲ οὕστινας ἔστειλεν Ἀλέξανδρος, ὡς ἐπὶ μήκιστον πλώοντας ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης τοῦ γνῶναι τοὺς ταύτῃ χώρους, οὗτοι νήσους μέν τινας κατεσκέψαντο ἐν τῷ παραπλόῳ κειμένας, καί κου καὶ τῇ ἠπείρῳ τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς ἔστιν ὅστις ὑπερβαλὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο.3
而亚历山大从巴比伦派出的人,为了探明那里的地理而沿红海右侧航行至极远之处,他们考察了沿岸航道上分布的若干岛屿,或许也曾靠泊于阿拉伯大陆,但那处海角——正对着另一处的岬角——没有任何人能够绕过并折向另一侧。
δοκέω δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ ταύτῃ, ὑπʼ Ἀλεξάνδρου ἄν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλωτά τε καὶ βαδιστὰ ἐόντα.
我认为,若此处真可航行或通行,亚历山大凭其孜孜不倦的探求之心,定会探明其确为可航可通之地。
Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακληίας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερῇ τὴν Λιβύην ἔχων· καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ ἐγένετο τὰς πάσας πέντε καὶ τριήκοντα ἡμέρας· ὡς δὲ δὴ ἐς μεσαμβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν.
利比亚人汉诺从迦太基出发后,越过赫拉克勒斯之柱航向外海,将利比亚留在左舷;他朝向旭日航行整整持续了三十五日;然而当他折向南方时,便遭遇了诸多困境:淡水匮乏、灼人烈焰以及流入大海的火流。
ἀλλὰ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖσι ἐρημοτέροισι πεπολισμένη ποιώδης τέ ἐστι καὶ εὔυδρος καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορος ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσιας· ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα. οὗτός μοι ὁ λόγος ἀναγεγράφθω, φέρων καὶ αὐτὸς ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.
然而利比亚的昔兰尼虽建于较为荒芜之境,却草木繁茂、水源丰沛,直至罗盘草生长的边缘都富产各类果实与牲畜;但越过罗盘草之后,其上方的内陆地区则一片荒凉多沙。 我的这篇记述就此落笔,它本身亦是关乎腓力之子、马其顿人亚历山大的。
- 43.2περίπλοος ἂν ἦν
由 ἄν 与直陈式未完成过去时 ἦν 构成的非真实条件句结构。表明由于外海连贯,航路本是相通可周航的(若无酷热与荒漠的客观阻碍)。
- 43.6τοσούτου δέει
非人称惯用表达,相当于 πολλοῦ δεῖ(“远非如此”),意为“绝不可能……”。它强力否定后续的不定词短语 οἰκεόμενα εἶναι(有人居住)。
- 43.9τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς ἔστιν ὅστις ὑπερβαλὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο.
句首的 τὴν δὲ ἄκρην 为前置的直接宾语,受后续分词 ὑπερβαλὼν 支配。关系从句中 καταντικρὺ τῆς 之后推定存在文本残缺(lacuna),其中脱落了 ἔστιν ὅστις ... δυνατὸς ἐγένετο 之前的否定词 οὐκ,故按否定意义理解为“没有任何人能够……”。
