← 阿利安

印度志

§40.1-40.11

波斯的气候三分与苏萨沿岸航行

本节记述了波斯地区的沿岸航程,并阐述了该地分为酷热海岸、温和腹地及严寒北部三种气候区域的概况。接着叙述了亚历山大对强盗部族的征服与定居建城,随后舰队因滩涂险恶而在外海驶经苏萨人海岸并储备五日饮水。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τοῦδε Σούσιοι. Σουσίων δὲ ἄλλο ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι. μῆκος τοῦ παραπλόου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.

至此为止居住着波斯人,从此处往前则居住着苏萨人。在苏萨人内陆的上方邻近居住着另一个自治部族;他们被称为乌克西人,关于他们,我已在另一部著作中说过他们是强盗。沿波斯地区海岸航行的全程长达四千四百斯塔德。

§40.2

τὴν δὲ Περσίδα γῆν τριχῆ νενεμῆσθαι τῶν ὡρέων1 λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ψαμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ καύματος, τὰ δὲ ἀπὸ τοῦδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων2 καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλοὺς καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποί, πλὴν ἐλαίης· παραδείσοισί τε παντοίοισι τεθηλέναι, καὶ ποταμοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι, καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον.

传闻波斯地区在气候方面分为三部分。其中面向红海有人居住的部分是沙质的,且因酷热而不毛;而在由此朝北和北风方向行进的人看来,气候调和适度,土地草木丰美,有水源充足的草场,出产大量的葡萄以及除橄榄外的所有其他果实;各色果园繁茂,清澈的河流与湖泊纵横流淌,适宜一切栖息于河流与湖泊周围的水鸟,也适宜马匹和其它役畜放牧,且多处森林茂密、猎物丰富。

§40.5

τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφετώδεα, ὥστε πρέσβεας τινὰς ἐκ τοῦ Εὐξείνου πόντου λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐντυχεῖν κατὰ τὴν ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι Ἀλεξάνδρῳ, καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύτητα.

对于进一步向北行进的人来说,气候则严寒多雪,因此尼阿库斯说,几位从黑海来的使节只走过了极短的路程,便遇见了正在波斯的道路上行进的〔亚历山大〕,这令亚历山大深感惊异,使节们还对亚历山大谈及路途之短捷。

§40.6

Σουσίοισι δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσῃσι προσεχέες οἰκέουσι, λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι.

关于乌克西人是苏萨人的邻邦,我已作过记述,正如马尔多伊人毗邻波斯人居住一样——他们也是强盗——科赛伊人则毗邻米底人居住。

§40.7

καὶ πάντα ταῦτα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.

亚历山大征服了所有这些部族,趁冬季袭击了他们,当时他们以为自己的土地是无法通行的。

§40.8

καὶ πόλιας ἐπέκτισε τοῦ μὴ νομάδας ἔτι εἶναι3 ἀλλὰ ἀροτῆρας καὶ γῆς ἐργάτας, καὶ ἔχειν ὑπὲρ ὅτων δειμαίνοντες μὴ κακὰ ἀλλήλους ἐργάσονται. ἐνθένδε τὴν Σουσίων γῆν παρήμειβεν ὁ στρατός.

他建立起诸多城市,使他们不再是游牧民,而是成为农夫和土地耕作者,并拥有使他们为之担忧畏惧的事物,免得彼此互相为害。从这里起,舰队驶过了苏萨人的土地。

§40.9

καὶ ταῦτα οὐκέτι ὡσαύτως ἀτρεκέως λέγει Νέαρχος ὅτι ἔστιν οἱ4 ἐκφράσαι, πλήν γε δὴ τοὺς ὅρμους τε καὶ τὸ μῆκος τοῦ πλόου· τὴν χώρην γὰρ τεναγώδεά τε εἶναι τὴν πολλὴν καὶ ῥηχίῃσιν ἐπὶ μέγα ἐς τὸν πόντον ἐπέχουσαν, καὶ ταύτῃ σφαλερὴν ἐγκατορμίζεσθαι. πελαγίοισιν ὦν σφίσι τὴν κομιδὴν τὸ πολλὸν γενέσθαι.

尼阿库斯说,除了停泊处和航程长度之外,他无法再像此前那样精确地描述这些情况;因为该地大部分是滩涂,退潮浅滩在海中延展很广,在此处靠岸抛锚极其危险。因此,他们的航程大部分是在外海进行的。

§40.11

ὁρμηθῆναι μὲν δὴ ἐκ τοῦ ποταμοῦ τῶν ἐκβολέων, ἵναπερ ηὐλίσθησαν ἐπὶ τοῖσιν οὔροισι τῆς Περσίδος, ὕδωρ δὲ ἐμβαλέσθαι πέντε ἡμερέων· οὐκ ἔφασκον γὰρ εἶναι ὕδωρ οἱ κατηγεμόνες τοῦ πλόου.

于是他们从波斯边境露宿扎营的河口出发,装载了五天的水;因为航海向导们宣称没有淡水。

语法注4 条
  1. 40.2τριχῆ νενεμῆσθαι τῶν ὡρέων

    τῶν ὡρέων 用作关于属格或部分属格,限定划分的范畴,意为“在气候/季节方面分为三部分”。

  2. 40.3ἰόντων

    ἰόντων(在 ὡς πρὸς ἄρκτον... ἰόντων 与 τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον ἰόντων 两处)是没有具体主语的属格独立结构,或是在地理描述中习用的、指代泛指旅行者或观察者的属格(相当于“对于……行进的人而言”)。各语言译文在此均保持视角的统一。

  3. 40.8τοῦ μὴ νομάδας ἔτι εἶναι

    带冠词中性单数属格 τοῦ 接不定词,构成表示目的的属格不定词结构(genitive of purpose),意为“为了使他们不再是游牧民”。

  4. 40.9ἔστιν οἱ

    ἔστιν οἱ 结合了相当于非人称动词 ἔξεστι(可能)的方言形式 ἔστι 与第三人称单数与格代词 οἱ(= αὐτῷ,指代尼阿库斯),意为“对他而言(描述)是可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:40.1-40.11