← 阿利安

印度志

§39.1-39.9

勘测搁浅巨鲸与抵达奥罗阿提斯河

舰队驶经希耶拉提斯、墨桑布里亚和陶凯,水手们在途中勘测了搁浅在岸边的巨鲸。随后舰队克服了剧烈的潮汐与浅滩险情,经由罗戈尼斯河与布里克萨纳河,最终抵达该地区最大的河流奥罗阿提斯河。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ἐνθένδε ὁρμηθέντες ἐς Ἱέρατιν πόλιν ἀπίκοντο, ἐς χῶρον οἰκεόμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι ὁ πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ ἐμβεβλημένῃ ἐς θάλασσαν, ᾗ οὔνομα ἦν Ἠράτεμις.

从那里起锚后,他们抵达了希耶拉提斯城,一处有人居住的地方。航程为七百五十斯塔德;他们停泊在由该河注入大海的运河中,其名为埃拉特米斯。

§39.2

ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλώουσιν ἐς ποταμὸν χειμάροον, οὔνομα Πάδαργον, ὁ δὲ χῶρος χερσόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο· οὔνομα τῷ χώρῳ Μεσαμβρίη.

日出之时,他们沿岸航行至一条名为帕达耳戈斯的山洪急流;整个地方是一座半岛。其间有许多果园,生长着各色果树;这地方名叫墨桑布里亚。

§39.3

ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους.1

从墨桑布里亚起锚,航行了大约二百斯塔德,他们在格拉尼斯河畔的陶凯抛锚。从这里逆流而上,距河口约二百斯塔德处,便是波斯诸王的宫殿。

§39.4

κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι2 εἶναι πήχεων πεντήκοντα· δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν· ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺς δελφῖνας.

尼阿库斯称,在这次沿岸航行中,有人见到一头巨鲸被冲上海滩,有些水手划船上前对其进行了丈量,声称其长达五十腕尺;其表皮呈鳞状,厚度极深,甚至可达一腕尺;上面还附生着许多牡蛎、帽贝与海藻。他并且说,在鲸鱼周围可以看到许多海豚,这些海豚比内海的海豚还要庞大。

§39.6

ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμένι εὐόρμῳ· μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι.

从那里起锚后,他们驶入一条名为罗戈尼斯的急流,在一处良港中停泊;这段沿岸航程为二百斯塔德。

§39.7

ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο· ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξι ἀμείβουσα3 ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ· οὔνομα δὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.

从那里航行了四百斯塔德,他们在一座山洪急流边过夜;该河名叫布里克萨纳。他们在那里停泊十分艰难,因为有退潮与浅滩,且有暗礁自海中露出。然而当潮水上涨时,他们才下了锚;退潮之后,船只被搁浅在干地上。但是当潮水按秩序交替复涨之时,他们这才出航并在一条河边停泊;该河的名字是奥罗阿提斯。尼阿库斯说,这是在这一段沿岸航行中所有注入外海的河流中最大的一条。

语法注3 条
  1. 39.3ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους

    分词 ἀπέχοντα 为中性复数主格,与主语 τὰ Περσέων βασιλήια(波斯王宫)保持一致。τοῦ ποταμοῦ τῶν ἐκβολέων 为分离属格(“距离河口”),σταδίους ἐς διηκοσίους 为表示空间跨度的范围宾格。

  2. 39.4προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι

    由引导间接引语的动词 λέγει 所统辖的宾格加不定式结构。τινας τῶν ναυτέων 是不定式 ἐκμετρῆσαι 与 φάναι 的逻辑主语,与之修饰一致的分词 προσπλώσαντας 亦采用宾格。接下来的 φάναι εἶναι πήχεων πεντήκοντα 中,πήχεων πεντήκοντα 为表示度量或性质的属格。

  3. 39.8ἐν τάξι ἀμείβουσα

    使用了爱奥尼亚方言形式 τάξι(即 τάξει)的短语,意为“按次序”或“遵循固定周期”。分词 ἀμείβουσα 作不及物或中间意义使用(“轮替”、“交替”),表明涨潮(πλημμυρίς)按照固定的潮汐规律循环往复。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:39.1-39.9