← 阿利安

印度志

§3.1-3.9

印度的幅员与主要河流的规模

作者援引埃拉托斯特尼关于印度四至维度的测量数据,对比并批驳了克特西亚斯、奥内西克利图斯、尼阿库斯与麦加斯梯尼的诸种说法,随后讨论了印度河、恒河以及阿刻西涅斯河等巨川的规模。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἐμοὶ δὲ Ἐρατοσθένης ὁ Κυρηναῖος πιστότερος ἄλλου ἔστω, ὅτι γῆς περιόδου πέρι ἔμελεν Ἐρατοσθένεϊ.

但在我看来,昔兰尼的埃拉托斯特尼应当比其他人更值得信赖,因为探究大地的周径正是埃拉托斯特尼所关心的事务。

§3.2

οὗτος ἀπὸ τοῦ οὔρεος τοῦ Ταύρου, ἵνα τοῦ Ἰνδοῦ αἱ πηγαί, παρʼ αὐτὸν τὸν Ἰνδὸν ποταμὸν ἰόντι1 ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς μυρίους σταδίους καὶ τρισχιλίους τὴν πλευρὴν λέγει ἐπέχειν τῆς γῆς τῆς Ἰνδῶν.

他说道,印度人土地的这一边——对于从印度河发源的陶鲁斯山脉出发、沿着印度河本身直至大海和印度河各入海口的前行者而言——其跨度达一万三千斯塔德。

§3.3

ταυτησὶ δὲ ἀντίπορον πλευρὴν ποιέει τὴν ἀπὸ τωὐτοῦ οὔρεος παρὰ τὴν ἑῴην θάλασσαν, οὐκέτι ταύτῃ τῇ πλευρῇ ἴσην, ἀλλὰ ἄκρην γὰρ ἀνέχειν2 ἐπὶ μέγα ἐς τὸ πέλαγος, ἐς τρισχιλίους σταδίους μάλιστα ἀνατείνουσαν τὴν ἄκρην, εἴη ἂν ὦν αὐτῷ ἡ πλευρὴ τῆς Ἰνδῶν γῆς πρὸς ἕω μυρίους καὶ ἑξακισχιλίους σταδίους ἐπέχουσα. τοῦτο μὲν αὐτῷ πλάτος τῆς Ἰνδῶν γῆς συμβαίνει, μῆκος δὲ τὸ ἀπʼ ἑσπέρης ἐπὶ ἕω ἔστε μὲν ἐπὶ πόλιν Παλίμβοθρα μεμετρημένον σχοινίοισι λέγει ἀναγράφειν· καὶ εἶναι γὰρ ὁδὸν βασιληίην. τοῦτο ἐπέχειν ἐς μυρίους σταδίους.

他将从同一山脉沿东方海洋延伸的那一边作为此边的对应边,但这一边与前一边不再相等,而是因为有一处海角向外海大幅突出,该海角向外延伸约三千斯塔德,所以在他的计算中,印度人土地东面的一边跨度将达一万六千斯塔德。对他而言,这便构成了印度人土地的宽度;至于从西到东的长度,他说截至帕林博特拉城为止,他将其记载为用绳索测量过的——因为那里是御道——该长度达一万斯塔德。

§3.5

τὰ δὲ ἐπέκεινα οὐκέτι ὡσαύτως ἀτρεκέα. φήμας δὲ ὅσοι ἀνέγραψαν, σὺν τῇ ἄκρῃ τῇ ἀνεχούσῃ ἐς τὸ πέλαγος ἐς μυρίους σταδίους μάλιστα ἐπέχειν λέγουσιν· εἶναι ἂν ὦν τὸ μῆκος τῆς Ἰνδῶν γῆς σταδίων μάλιστα δισμυρίων.

而其外的地区便不再如此精确了;但那些记述传闻的人说,连同突向外海的海角在内,长度大约可达一万斯塔德;因此印度人土地的长度大约总共有两万斯塔德。

§3.6

Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῇ ἄλλῃ Ἀσίῃ λέγει, οὐδὲν λέγων,3 οὐδὲ Ὀνησίκριτος, τρίτην μοῖραν τῆς πάσης γῆς. Νέαρχος δὲ μηνῶν τεσσάρων ὁδὸν τὴν διʼ αὐτοῦ τοῦ πεδίου τῆς Ἰνδῶν γῆς.

克尼多斯的克特西亚斯说印度人的土地与亚洲的其余部分相等,纯属胡言乱语;奥内西克利图斯说它是整个大地的三分之一,同样毫无道理;而尼阿库斯则说穿行印度人土地的平原本身需要四个月的行程。

§3.7

Μεγασθένεϊ δὲ τὸ ἀπὸ ἀνατολέων ἐς ἑσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης μυρίων καὶ ἑξακισχιλίων σταδίων εἶναι ἵναπερ τὸ βραχύτατον αὐτοῦ.

对麦加斯梯尼而言,从东到西的距离是印度人土地的宽度,而这正是其他人视为长度的;麦加斯梯尼说在最短处它有一万六千斯塔德。

§3.8

τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσαμβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γίνεται, καὶ ἐπέχει τριηκοσίους καὶ δισχιλίους καὶ δισμυρίους ἵναπερ τὸ στεινότατον αὐτοῦ.

而从北向南的距离,对他来说则成了长度,在最狭窄处跨度达两万二千三百斯塔德。

§3.9

ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ, ὅσοι οὐδὲ ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰνδός, ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς τωὐτὸ συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε,4 καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου, ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς καὶ τριήκοντα αὐτῷ σταδίους τὸ πλάτος ταύτῃ εἶναι· καὶ τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.

印度人土地上的河流之多,甚至是全亚洲都不曾有的。最大的河流是恒河以及该地以此得名的印度河,这两条河都比埃及的尼罗河和斯基泰的伊斯特尔河更大,即便将后二者的水量汇聚到一处也是如此。依我之见,阿刻西涅斯河在将许达斯佩斯河、许德拉奥特斯河与许法西斯河一并接纳后注入印度河之处,也比伊斯特尔河和尼罗河更大,以至于它在那里的宽度甚至达到了三十斯塔德;并且很可能印度人的土地上还流淌着许多其他更大的河流。

语法注4 条
  1. 3.2ἰόντι

    分词与格,作基准与格/观察者与格(dativus judicantis),表示“对于前行之人而言”或“从行进者的视点来看”。

  2. 3.3ἀλλὰ ἄκρην γὰρ ἀνέχειν

    连词 ἀλλά 与 γάρ 连用:ἀλλά 承接前面的否定(οὐκέτι ἴσην)引出转折,而由 γάρ 引导的间接引语不定式短语则说明东边长度不同的原因(即因有岬角伸入海中)。

  3. 3.6οὐδὲν λέγων

    希腊语常用习语,字面为“无所言”,引申为“胡言乱语”、“言之无物”(反义表达为 λέγειν τι“言之成理”),表达作者对克特西亚斯说法的批驳。

  4. 3.9δοκέειν δὲ ἔμοιγε

    起限定修饰作用的独立不定式(infinitive absolute),意为“依我之见”或“在我看来”,用以引出作者本人的判断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:3.1-3.9