← 阿利安

印度志

§38.1-38.9

沿波斯海岸的航行与在西塔库斯河整修船队

船队离开卡尔马尼亚,沿着波斯沿岸继续航行,沿途经过岛屿、海港与浅滩密布的河口,最终在西塔库斯河口取得国王预备的粮食,并驻留二十一天修整船只。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

μέχρι τοῦδε Καρμανίη· τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι· καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.

至此为止为卡尔马尼亚;自此以往则由波斯人据有。沿着卡尔马尼亚人土地的航程为三千七百斯塔德。他们的生活方式正如波斯人一般,因为他们与波斯人接壤;其战备装束亦复相同。

§38.2

ἐνθένδε ἄραντες παρὰ τὴν Περσίδα ἤδη ἔπλωον, καὶ κατάγονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται· οὔνομα τῇ νήσῳ Καΐκανδρος, ὁ δὲ πλόος στάδιοι τετρακόσιοι.

他们从那里起锚,已是在沿着波斯地区航行,随后抵达一处名为伊拉斯的地方,那里有一座小荒岛掩映的港口;该岛名为凯坎德罗斯,航程为四百斯塔德。

§38.3

ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλώσαντες ὁρμίζονται οἰκεομένην, ἵνα καὶ μαργαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰνδῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώσαντες σταδίους ὡς τεσσαράκοντα, ἐνθαῦτα ὡρμίσθησαν.

拂晓时分,他们驶向另一座有人居住的岛屿并抛锚,尼阿库斯称此处亦如在印度海域一样采集珍珠。他们沿着该岛的岬角航行了约四十斯塔德,便在那里停泊。

§38.4

ἐνθένδε πρὸς οὔρεϊ ὁρμίζονται ὑψηλῷ — Ὦχος οὔνομα τῷ οὔρεϊ — ἐν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτόθι ᾤκεον.

从那里出发,他们在一座高山——山名叫作俄库斯——脚下的一处良港抛锚,当地居住着渔民。

§38.5

καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντήκοντα, ὁρμίζονται ἐν Ἀποστάνοισι· καὶ πλοῖα πολλὰ αὐτόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης σταδίους ἑξήκοντα.

又从那里航行了四百五十斯塔德,在阿波斯塔纳抛锚;那里停泊着许多船只,离海六十斯塔德处有一座村落。

§38.6

νυκτὸς δέ ἄραντες ἐνθεῦτεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ πλόου τετρακόσιοι· ὁρμίζονται δὲ πρὸς ὑπωρείῃ. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα ἐν τῇ Ἑλλάδι φύεται.

夜间从那里起锚后,他们驶入一个村落密集、人口众多的海湾。航程为四百斯塔德;他们在一处山脚下抛锚。此处生长着许多椰枣树,以及希腊所出产的一切果树。

§38.7

ἐνθένδε ἄραντες ἐς Γώγανα παραπλώουσι σταδίους μάλιστα ἐς ἑξακοσίους ἐς χώρην οἰκεομένην· ὁρμίζονται δέ ποταμοῦ χειμαρρόου — οὔνομα δέ οἱ Ἀρεών — ἐν τῇσιν ἐκβολῇσιν. ἐνθαῦτα χαλεπῶς ὁρμίζονται· στεινὸς γὰρ ἦν ὁ ἔσπλοος κατὰ τὸ στόμα, ὅτι βραχέα τὰ κύκλῳ αὐτοῦ ἡ ἀνάπωτις ἐποίεε.

从那里起锚,他们航行了大约六百斯塔德,到达有人居住的戈加纳地区;并在一条山洪急流——其名叫作阿雷翁——的河口抛锚。他们在那里抛锚极为艰难;因为退潮使周围成为浅滩,入口处的航道十分狭窄。

§38.8

καὶ ἔνθεν αὖ ἐν στόματι ἄλλου ποταμοῦ ὁρμίζονται, διεκπλώσαντες σταδίους ἐς ὀκτακοσίους· Σιτακὸς οὔνομα τῷ ποταμῷ ἦν. ἀλλὰ οὐδὲ ἐν τούτῳ εὐμαρέως ὁρμίζονται, καὶ ὁ πλόος ἅπας οὗτος ὁ παρὰ τὴν Περσίδα βραχέα τε ἦν καὶ ῥηχίη καὶ τενάγεα.1

从那里再度航行了约八百斯塔德,在另一条河的河口抛锚;该河名叫西塔库斯。然而即使在此处,他们停泊亦不轻松,整段沿着波斯地区的航程尽是浅滩、激浪和沼泽暗礁。

§38.9

ἐνθαῦτα σῖτον καταλαμβάνουσι πολλὸν συγκεκομισμένον κατὰ πρόσταξιν τοῦ βασιλέος, ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι·2 ἐνθαῦτα ἔμειναν ἡμέρας τὰς πάσας μίαν καὶ εἴκοσι, καὶ τὰς νέας ἀνειρυσάμενοι, ὅσαι μὲν ἐπεπονήκεσαν ἐπεσκεύαζον, τὰς δὲ ἄλλας ἐθεράπευον.

在那里,他们发现了依照国王命令聚集的大量粮食,以便他们能够补充粮饷;他们在那里总共停留了二十一天,把船只拖上岸,凡破损严重的加以修理,其余船只亦进行检修护养。

语法注2 条
  1. 38.8ὁ πλόος ἅπας οὗτος ὁ παρὰ τὴν Περσίδα βραχέα τε ἦν καὶ ῥηχίη καὶ τενάγεα

    主语 ὁ πλόος ἅπας(阳性单数)在此带有一组性数不一的表语名词与形容词:中性复数(βραχέα, τενάγεα)与阴性单数(ῥηχίη)。这是一种根据意念的述谓结构,旨在表达整个航程的地理特征,即航线本身“全是由浅滩、险礁与泥淖组成”。

  2. 38.9ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι

    连词 ὡς 搭配不定式 εἶναι,在此表目的(“以便他们得以补充粮饷”)。在爱奥尼亚方言及希腊化散文中,ὡς 接不定式常用于表示结果或目的从句;间接反身代词与格 σφίσιν 作为不定式的逻辑主体或利益与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:38.1-38.9