← 阿利安

印度志

§37.1-37.11

停靠奥阿拉克塔岛与沿岸岛屿航行

尼阿库斯率领舰队抵达奥阿拉克塔岛并获得向导,在经历凶险的退潮后,继续沿着近海岛屿与海岬前行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ὡς δὲ αὐτῷ τὰ θεῖα ἐν κόσμῳ ἐπεποίητο, οὕτω δὴ ἀνήγοντο. παραπλώσαντες δὲ νῆσον ἐρήμην τε καὶ τρηχέαν ἐν ἄλλῃ νήσῳ ὁρμίζονται, μεγάλῃ ταύτῃ καὶ οἰκεομένῃ, πλώσαντες σταδίους τριηκοσίους ἔνθενπερ ὡρμήθησαν.

当神圣的祭礼由他完全依法举行完毕后,他们便扬帆出海。船队驶过一座荒凉崎岖的岛屿,自出发地航行了三百斯塔德之后,在另一座岛屿抛锚停泊;这座岛屿既广阔又有人居住。

§37.2

καὶ ἡ μὲν ἐρήμη νῆσος Ὄργανα ἐκαλέετο, ἐς ἣν δὲ ὡρμίσθησαν Ὀάρακτα. ἄμπελοί τε ἐν αὐτῇ ἐπεφύκεσαν καὶ φοίνικες, καὶ σιτοφόρος ἦν· τὸ δὲ μῆκος τῆς νήσου στάδιοι ὀκτακόσιοι. καὶ ὁ ὕπαρχος τῆς νήσου Μαζήνης συνέπλωεν αὐτοῖσι μέχρι Σούσων, ἐθελοντὴς ἡγεμὼν τοῦ πλόου.

那座荒凉的岛屿名叫奥尔加纳,而他们停泊的岛屿叫作奥阿拉克塔。岛上生长着葡萄与椰枣,且产粮食;全岛长八百斯塔德。该岛的副长官马泽内斯志愿担任航程的向导,随同他们一路航行至苏萨。

§37.3

ἐν ταύτῃ τῇ νήσῳ ἔλεγον καὶ τοῦ πρώτου δυναστεύσαντος τῆς χώρης ταύτης δείκνυσθαι τὸν τάφον· οὔνομα δὲ αὐτῷ Ἐρύθρην εἶναι. ἀπʼ ὅτου καὶ τὴν ἐπωνυμίην τῇ θαλάσσῃ ταύτῃ εἶναι.

人们说,在这座岛上还指给人看该地最初统治者的陵墓;其名为厄律特拉斯,这片海域(厄律特里亚海)亦由此得名。

§37.4

ἐνθένδε ἄραντες ἔπλωον· καὶ τῆς νήσου παραπλώσαντες ὅσον διηκοσίους σταδίους ὁρμίζονται ἐν αὐτῇ αὖθις, καὶ κατορέουσιν ἄλλην νῆσον, ἀπέχουσαν τῆς μεγάλης ταύτης τεσσαράκοντα μάλιστα σταδίους. Ποσειδῶνος ἱρὴ ἐλέγετο εἶναι καὶ ἄβατος.

他们从那里起锚航行;沿着这座岛屿航行了约二百斯塔德之后,又在这座岛边抛锚,并眺望到另一座岛屿,距离这大岛大约四十斯塔德。据说那是属于波塞冬的神圣之岛,不可擅入。

§37.5

ὑπὸ δὲ τὴν ἕω ἀνήγοντο, καὶ καταλαμβάνει αὐτοὺς ἀνάπωτις οὕτω τι καρτερή, ὥστε τρεῖς τῶν νεῶν ἐποκείλασαι ἐν τῷ ξηρῷ ἐσχέθησαν, αἱ δὲ ἄλλαι χαλεπῶς διεκπλώουσαι τὰς ῥηχίας ἐς τὰ βάθεα ἀπεσώθησαν.

拂晓时分他们再次起航,却遭遇了一场极其强劲的退潮,致使三艘船搁浅在干地上动弹不得;其余船只艰难地穿过浅滩,得以逃入深水区。

§37.6

αἱ δὲ ἐποκείλασαι τῆς πλημμυρίδος ἐπιγενομένης αὖθις ἐξέπλωσάν τε καὶ δευτεραῖαι κατήγοντο ἵναπερ ὁ πᾶς στόλος.

那些搁浅的船只待涨潮再次来临后重新浮起,并在次日驶入整支舰队停泊之处。

§37.7

ὁρμίζονται δὲ ἐς νῆσον ἄλλην, διέχουσαν τῆς ἠπείρου ὅσον τριηκοσίους σταδίους, πλώσαντες τετρακοσίους.

他们航行了四百斯塔德,在另一座距大陆约三百斯塔德的岛屿抛锚。

§37.8

ἐνθεῦτεν ὑπὸ τὴν ἕω ἔπλωον, νῆσον ἐρήμην ἐν ἀριστερῇ παραμείβοντες· οὔνομα δὲ τῇ νήσῳ Πύλωρα. καὶ ὁρμίζονται πρὸς Σισιδώνῃ, πολιχνίῳ σμικρῷ καὶ πάντων ἀπόρῳ, ὅτι μὴ ὕδατος καὶ ἰχθύων·1 ἰχθυοφάγοι γὰρ καὶ οὗτοι ὑπʼ ἀναγκαίης ἦσαν, ὅτι πονηρὴν γῆν νέμονται.

从那里拂晓起航,沿途左侧经过一座荒岛,岛名叫作皮洛拉。接着,他们在一个名为西西多内的小村镇旁停泊;这里除淡水与鱼类外一切匮乏,因为当地居民由于土地贫瘠,也是迫于生计而以鱼为食。

§37.9

ἐνθένδε ὑδρευσάμενοι καταίρουσιν ἐς Ταρσίην ἄκρην ἀνατείνουσαν ἐς τὸ πέλαγος, πλώσαντες σταδίους τριηκοσίους. ἐνθένδε ἐς Καταίην, νῆσον ἐρήμην, ἁλιτενέα· αὕτη ἱρὴ Ἑρμέω καὶ Ἀφροδίτης ἐλέγετο· στάδιοι τοῦ πλόου τριηκόσιοι.

他们在那里取水之后,航行了三百斯塔德,抵达向外海延伸的塔尔西亚岬角。又从那里前往卡泰亚,一座荒凉而平坦的礁岛;据说此岛为赫尔墨斯与阿佛洛狄忒的圣地;航程为三百斯塔德。

§37.11

ἐς ταύτην ὅσα ἔτη ἀπίεται ἐκ τῶν περιοίκων πρόβατα καὶ αἶγες ἱρὰ τῷ Ἑρμέῃ καὶ τῇ Ἀφροδίτῃ, καὶ ταῦτα ἀπηγριωμένα ἦν ὁρᾶν2 ὑπό χρόνου τε καὶ ἐρημίης.

每年周边居民都会将献给赫尔墨斯与阿佛洛狄忒的神圣绵羊与山羊释放到此岛上,由于长年累月身处荒野,可见它们均已完全野化。

语法注2 条
  1. 37.8ὅτι μὴ ὕδατος καὶ ἰχθύων

    短语 ὅτι μή 是表示除外的习惯表达,意为“除了……之外”。它限定前文的 πάντων ἀπόρῳ(缺乏一切),而属格 ὕδατος καὶ ἰχθύων 保留了形容词 ἀπόρῳ 所要求的表示欠缺的属格。

  2. 37.11ἦν ὁρᾶν

    未完成过去时 ἦν 搭配主动现在不定式 ὁρᾶν 构成表示客观可能性或可见性的习惯用法(“可以看见/得见”,相当于 οἷόν τʼ ἦν)。ὁρᾶν 的宾语是中性复数宾格 ταῦτα,与补足分词 ἀπηγριωμένα 一并构成“可以见到它们已经野化”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:37.1-37.11