← 阿利安

印度志

§36.1-36.9

生还庆典与尼阿库斯重返海岸

此前因虚报军情被囚的副长官经尼阿库斯求情获释,亚历山大举行感恩祭典与游行以庆贺海军生还。尼阿库斯谢绝了由他人接替的提议并获准继续统帅舰队,随后冲破叛乱部族的阻截平安返回海岸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

ὁ δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξανδρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι,1 παρεόντα κατιδὼν τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γούνατα, καὶ “οὗτός τοι” ἔφη “ἐγώ εἰμι, ὃς ἀπήγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅκως διάκειμαι.” οὕτω δὴ δέεται Ἀλεξάνδρου Νέαρχος ἀπεῖναι τὸν ἄνδρα, καὶ ἀπίεται.

该地区的副长官原已被亚历山大以谎报军情为由逮捕,此刻望见尼阿库斯在场,便扑倒在他膝前,说道:“正是我向亚历山大禀报你们已平安归来的;你看我现在落得何种境地。”于是尼阿库斯恳求亚历山大赦免此人,他遂被释放。

§36.3

Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλέι καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοὶ, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε, ταινίῃσί τε καὶ ἄνθεσι πρὸς τῆς στρατιῆς βαλλόμενος.

亚历山大便向拯救者宙斯、赫拉克勒斯、禳灾的阿波罗、波塞冬以及所有其他的海神献上军队得救的感恩祭,并举行了体育与文艺竞赛,还组织了盛大的游行;尼阿库斯走在最前列,全军将士向他抛掷带子与鲜花。

§36.4

ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον “ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι ἐθέλω τὸ πρόσω οὔτʼ ὦν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ τοῦδε, ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.

待这些庆祝活动结束之后,亚历山大对尼阿库斯说:“尼阿库斯啊,我不再愿你今后继续涉险与受苦;自此之后当由他人统领这支海军,直至将其带往苏萨。”

§36.5

” Νέαρχος δὲ ὑπολαβὼν λέγει “ὦ βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθεσθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλεις, μὴ ποιήσῃς ὧδε, ἀλλὰ με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστʼ ἄν σοι σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας.

尼阿库斯接着答道:“大王,我固然事事愿从,这亦是我的职责所在;但若您真愿施予我些许恩惠,请切勿如此,而容我始终统帅这支军队,直到我为您将船只平安带到苏萨。

§36.6

μηδὲ τὰ μὲν χαλεπά τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέεος ἤδη ἐχόμενα ἑτοίμου, ταῦτα δὲ ἀπαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω.

绝不应艰难险阻之任务皆由您委派给我,而如今垂手可得名望的轻易之途,却被夺走并交于他人之手。”

§36.7

” ἔτι λέγοντα παύει Ἀλέξανδρος, καὶ χάριν προσωμολόγεεν εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς ἐς παραπομπὴν ὡς διὰ φιλίης ἰόντι ὀλίγην.2

亚历山大打断了还在说话的他,并坦承对他深怀感激。于是亚历山大派他重返海岸,只给了他一小支护送的部队,权当作是穿越友好疆土之人的配置。

§36.8

τῷ δὲ οὐδὲ τὰ τῆς ὁδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι3 τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι ὁ σατράπης αὐτοῖσι ἐτετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, ὁ δὲ νεωστὶ κατεστηκὼς Τληπόλεμος οὔπω βέβαιον τὸ κράτος εἶχε.

然而对他而言,通往海滨的道路亦绝非没有辛劳;因为周围的蛮族已经纠集起来,占据了卡尔马尼亚地区的各处要塞,盖因其总督已按亚历山大的命令被处死,而新任命的特勒波勒摩斯尚未稳固政权。

§36.9

δὶς ὦν καὶ τρίς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνθαῦτα θύει Νέαρχος Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει γυμνικόν.

因此,同一天之内,他们两三次与相继现身的不同蛮族交手,就这样片刻未得歇息,历经艰险才勉强逃抵海滨。尼阿库斯在那里向拯救者宙斯献祭,并举办了体育竞赛。

语法注3 条
  1. 36.1ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι

    介词 ἐπί 支配与格名词 τῇ ματαιότητι,表示原因或理由(“因……的虚妄/落空”),修饰性的属格 τῆς ἀγγελίης 嵌在其间构成交错语序(hyperbaton)。

  2. 36.7ὡς διὰ φιλίης ἰόντι ὀλίγην

    与格分词 ἰόντι 在语法上修饰作为接受者的尼阿库斯(承接前句的 αὐτόν),而非主语亚历山大。连接词 ὡς 表示主观认定或名目(“当作是穿越友好疆土之人”),用以说明为何仅配给其“少量的”(ὀλίγην)护卫部队。

  3. 36.8ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι

    连词组合 ἀλλὰ ... γάρ 用于引入转折性的理由说明(“然而事实上……因为”)。后置连词 γάρ 被放置于开头的分词短语与主语之后,引导对上文“并非没有劳苦”的具体原因解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:36.1-36.9