← 阿利安

印度志

§35.1-35.8

与亚历山大重逢并报告舰队平安

尼阿库斯与阿基亚斯在使者护送下抵达。亚历山大起初误以为全军覆没而痛哭,在得知舰队与军队均平安无事后喜极而泣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι “οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι.

〔搜寻的人〕将他们扶上马车,便驱车返回。其中有些人想要抢先报讯,便提前跑去禀告亚历山大说:“看啊,尼阿库斯正与阿基亚斯以及另外五人被护送到您这里来”;但关于全军的下落,他们却无法作答。

§35.2

τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος,1 τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα.

亚历山大据此推想,他们虽意外得救,但全军必然已经覆没,因此他为尼阿库斯和阿基亚斯的生还所感到的欣喜,远远比不上全军覆没带给他的悲痛。

§35.3

οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον. τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος· ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο.

话尚未说完,尼阿库斯与阿基亚斯便已来到。亚历山大费尽气力才辨认出他们;当他看到他们蓬头垢面、衣衫褴褛时,由于这一缘故,他对海军的悲痛愈加牢固。

§35.4

ὃ δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν· ὀψὲ δὲ ἀνενεγκὼν2 “ἀλλὰ σύγε ἡμῖν ὅτι ἐπανήκεις σῷος” ἔφη “καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως·3 αἱ δέ τοι νέες καὶ ἡ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;”

他握住尼阿库斯的右手,引他避开同僚与持盾侍卫而独处,痛哭了许久;良久之后他才缓过气来,说道:“然而,鉴于这整场大灾祸,仅仅你与这位阿基亚斯能平安归于我们,对我而言也勉强算是些许慰藉;可是你的船只与军队究竟是以何种方式覆灭的呢?”

§35.6

ὃ δὲ ὑπολαβών “ὦ βασιλεῦ,” ἔφη “καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ στρατός· ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν.

尼阿库斯接着说道:“大王,船只与军队皆平安无事;我们正是作为他们平安的报信人而亲自前来的。”

§35.7

” ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, κατʼ ὅτι ἀνέλπιστός οἱ ἡ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο· καὶ ὅκου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. ὃ δὲ “αὗται” ἔφη “ἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται.

亚历山大愈发流泪不止,因为在他看来,军队的生还实属不可思议;他进而询问船只停泊在何处。尼阿库斯说:“它们已在阿纳米斯河的河口被拖上岸,正在整修之中。”

§35.8

” Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, ἦ μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει.4 καὶ γὰρ τὸ ἄχος οἱ τὸ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.

于是亚历山大指着希腊人的宙斯与利比亚人的阿蒙发誓,他为此一喜讯所感到的欣喜,着实胜过将整个亚洲据为己有;因为他对军队覆亡的哀痛,本足以抵消他所有的其他好运。

语法注4 条
  1. 35.2τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος

    τοῦτο指前文使者的报告(仅主要人员归来且对全军下落一无所知),而ἐκεῖνο则同位先引出其后的宾格加不定式结构(τοὺς μὲν παραλόγως ἀποσωθῆναι...),意即亚历山大“由此事(使者之言)推想出彼事(全军覆没)”。

  2. 35.5ὀψὲ δὲ ἀνενεγκὼν

    分词ἀνενεγκὼν省略了宾语(如πνεῦμα),为表示“回过气来”、“定下神来”的习用表达,生动刻画了亚历山大在长久痛哭之后平复呼吸开口说话的情态。

  3. 35.5ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως

    ἔχοι ἄν为表潜在(委婉断定)的希求法,搭配副词μετρίως意为“尚可容忍、差强人意、勉为慰藉”。介词短语ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ表限定标准或背景:“就这整场大灾祸而言/在这般境况之下”。

  4. 35.8ἦ μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει

    此间接引语由发誓动词ἐπόμνυσιν引出,与誓言强化小词ἦ μέν搭配使用不定式χαίρειν。比较从句由ἢ ὅτι...(“比起……”)构成,完成时分词ἐκτημένος与ἔχει连用构成迂回表达,强调维持占有的持续状态(“据为己有”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:35.1-35.8