← 阿利安

印度志

§34.1-34.12

亚历山大的疑虑与憔悴的尼阿库斯表明身份

地方总督飞报尼阿库斯平安的消息,但因久候无音讯,亚历山大怀疑受骗并陷入悲痛。与此同时,形容憔悴、未被搜寻人员认出的尼阿库斯与阿基亚斯主动表明身份,准备前往国王军营。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

ἐν ᾧ δὲ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρχος πεπυσμένος ὅκως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξανδρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι,1 εἰ πρῶτός οἱ ἀπαγγείλειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται2 ἐς ὄψιν τὴν τοῦ βασιλέος.

当尼阿库斯安排这些事务时,该地区的总督得知亚历山大对这支舰队极为关切,便断定若由自己最先向国王通报军队平安、且尼阿库斯不久之后便将觐见国王的消息,必定能从亚历山大那里蒙受极大的恩宠。

§34.2

οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν. τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος, ἀλλὰ ἐχάρη γε κατὰ τὸ οἰκὸς τῇ ἀγγελίῃ· ὡς δὲ ἡμέρη τε ἄλλη ἐξ ἄλλης ἐγίνετο, καὶ συντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον3 οὐκέτι πιστὰ τὰ ἀπηγγελμένα ἐφαίνετο, πεμπόμενοί τε ἄλλοι ἐπʼ ἄλλοισιν ὡς ἐπὶ κομιδῇ τοῦ Νεάρχου οἳ μέν τινες ὀλίγον τῆς ὁδοῦ προελθόντες καὶ οὐδενὶ ἐγκύρσαντες κενοὶ ἐπανῄεσαν, οἳ δὲ καὶ πορρωτέρω ἐλθόντες καὶ διαμαρτόντες τῶν ἀμφὶ Νέαρχον, οὐδὲ αὐτοὶ ἐπανῄεσαν, ἐνθαῦτα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψι καὶ τῇ γνώμῃ δῆλος ἦν μεγάλῳ ἄχεϊ βεβλημένος.

于是他取最近的路径策马疾驰,向亚历山大报告说,尼阿库斯正自船队处往这边赶来。当时亚历山大虽对这番话有所怀疑,但仍照常理为这消息感到欣喜;然而随着时日一天天过去,当他推算自传报以来的时日,所报之事便不再显得可信;且接连派出前去迎护尼阿库斯的人中,有人仅在路上前行了片刻,未曾遇见任何人便空手而归;另有人走得更远,却错过了尼阿库斯一行,甚至自身亦未返回;于是亚历山大便下令将那个人逮捕,认为他报告了虚妄之事,以空洞的欢喜使国王的处境更为痛苦;而亚历山大本人无论从容貌还是心境上,显然都遭受着巨大的悲痛之击。

§34.6

ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτοῦ καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ Ἀρχίῃ, καὶ πέντε ἢ ἓξ ἅμα αὐτοῖσι.

就在这时,某些被派去搜寻尼阿库斯、并带着供其乘坐的马匹与车辆的人,在途中正巧遇见了尼阿库斯本人与阿基亚斯,随同他们的还有五六个人。

§34.7

καὶ ἐντυχόντες οὔτε αὐτὸν ἐγνώρισαν οὔτε Ἀρχίην — οὕτω τι κάρτα ἀλλοῖοι ἐφάνησαν, κομόωντές τε καὶ ῥυπόωντες καὶ μεστοὶ ἅλμης καὶ ῥικνοὶ τὰ σώματα καὶ ὠχροὶ ὑπὸ ἀγρυπνίης τε καὶ τῆς ἄλλης ταλαιπωρίης — ἀλλὰ ἐρομένοισι γὰρ αὐτοῖσιν ἵναπερ εἴη Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν χῶρον οἳ δὲ παρήλαυνον.

他们相遇时,使者们既未认出尼阿库斯,也未认出阿基亚斯——他们看起来是如此完全异样,头发蓬乱,污秽不堪,满身干涸的盐渍,身躯枯槁,且因失眠与其他艰辛而面色苍白——然而,当尼阿库斯等人向他们询问亚历山大在何处时,他们答复了该地,便策马前行欲行擦肩而过。

§34.9

Ἀρχίης δὲ ἐπιφρασθεὶς λέγει πρὸς Νέαρχον “ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δι’ ἐρημίης ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπʼ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ4 κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπεσταλμένους.

阿基亚斯察觉后对尼阿库斯说:“尼阿库斯啊,我推断这些穿过荒野与我们走在同一条路上的人,绝非为了别的缘故,正是被派来搜寻我们的。

§34.10

ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατʼ ὅτι ταύτην ἐλαύνουσιν.

至于他们未认出我们,我毫不称奇;因为我们是如此凄惨,以至于难以辨认。让我们告诉他们我们是谁,并询问他们为何在这条路上策马前行。”

§34.11

” ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅκοι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ.

尼阿库斯认为他说得在理;于是他们询问那些人去往何处,那些人回答说他们是为了搜寻尼阿库斯与海军部队而来。

§34.12

ὃ δέ “οὗτος” ἔφη “ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος. ἀλλὰ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”

尼阿库斯便说:“我就是那个尼阿库斯,这位是阿基亚斯。带上我们吧;我们将亲自向亚历山大陈述军队的一切情状。”

语法注4 条
  1. 34.1μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι

    πείσεσθαι 是 πάσχω 的将来时不定式。此处为固定短语 εὖ [ἀγαθόν] πάσχειν ἐκ/ὑπό τινος(从某人处获得好处/恩惠),而非动词 πείθω(说服、听从)的中动/被动态将来时。

  2. 34.1τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται

    典型的预取结构(prolepsis)。本应作为 ὅτι 从句主语的 τὸν Νέαρχον,被提前拉至连词 ὅτι 之前作为主句动词 ἀπαγγείλειε 的宾格对象。

  3. 34.3συντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον

    与格分词 συντιθέντι 与 αὐτῷ 构成表判断者视角或境况的与格(参考与格 / dativus iudicantis),依存于主句 οὐκέτι πιστὰ τὰ ἀπηγγελμένα ἐφαίνετο(“当他推算自传信以来的时日,所报之事便不再显得可信”)。τῆς ἀγγελίης 是表示起算时间的离格性属格。

  4. 34.9οὐκ ἐπʼ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ

    συντίθημι 在此处意为“(综合情况后)推论、断定”,支配宾格加不定式结构(τούτους τοὺς ἀνθρώπους... ἐλαύνειν)。短语 ὅτι μὴ 等同于 εἰ μή(“除了……之外”),限定了前面的否定表达 οὐκ ἐπʼ ἄλλῳ τινὶ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:34.1-34.12