- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:33.1-33.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队抵达阿纳米斯河畔的哈尔莫泽亚,士兵们偶遇一名自亚历山大军营走散的希腊人。经由该男子引见当地总督后,尼阿库斯将船只拖上岸修筑坚固船坞,并筹划前往内陆面见国王。
ἀλλὰ ἔπλωον γὰρ1 ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα οὔνομα τῷ αἰγιαλῷ.
无论如何,他们从那处海滩启航,紧靠陆地航行;在航行了大约七百斯塔狄翁之后,他们在另一处海滩停泊,那处海滩的名字叫作奈奥普塔纳。
καὶ αὖθις ὑπὸ τὴν ἕω ἀνήγοντο, καὶ πλώσαντες σταδίους ἑκατὸν ὁρμίζονται κατὰ ποταμὸν Ἄναμιν· ὁ δὲ χῶρος Ἁρμόζεια ἐκαλέετο. δαψιλέα δὲ ἤδη καὶ πάμφορα τὰ ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐκ ἐπεφύκεσαν.
破晓时分他们再次起航,航行了一百斯塔狄翁,在阿纳米斯河畔停泊;该地名叫哈尔莫泽亚。这里的土地已经十分丰饶,万物齐备,只是未曾生长橄榄树。
ἐνθαῦτα ἐκβαίνουσί τε ἐκ τῶν νεῶν καὶ ἀπὸ τῶν πολλῶν πόνων ἄσμενοι ἀνεπαύοντο, μεμνημένοι ὅσα κακὰ κατὰ τὴν θάλασσαν πεπονθότες ἦσαν καὶ πρὸς τῇ γῇ τῇ Ἰχθυοφάγων, τήν τε ἐρημίην τῆς χώρης, καὶ τοὺς ἀνθρώπους ὅκως θηριώδεες, καὶ τὰς σφῶν ἀπορίας ἐπιλεγόμενοι.
在那里他们走下船只,欣喜地从诸多劳苦中歇息下来;他们回忆起在海上以及食鱼者沿岸所遭受的种种苦难,思索着那片土地的荒凉、当地居民如同野兽般的面貌,以及他们自身的匮乏。
καί τινες αὐτῶν ἀπὸ θαλάσσης ἐς τὸ πρόσω ἀνῆλθον, ἀποσκεδασθέντες τῆς στρατιῆς κατὰ ζήτησιν ἄλλος ἄλλου.
他们中的一些人离开军队,从海边向内陆深入,各自为了搜寻不同的东西而分散开来。
ἐνθαῦτα ἄνθρωπός σφισιν ὤφθη χλαμύδα τε φορέων Ἑλληνικὴν καὶ τὰ ἄλλα ὡς Ἕλλην ἐσκευασμένος, καὶ φωνὴν Ἑλλάδα ἐφώνεε. τοῦτον οἱ πρῶτοι ἰδόντες δακρῦσαι ἔλεγον·2 οὕτω τι παράλογόν σφισι φανῆναι ἐκ τῶν τοσῶνδε κακῶν Ἕλληνα μὲν ἄνθρωπον ἰδεῖν, Ἑλλάδος δὲ φωνῆς ἀκοῦσαι.
就在那里,他们看到一个人,披着希腊式斗篷,其余装束皆如希腊人,口中说着希腊语。最先见到他的人说,他们流下了眼泪;在经历了如此多的灾难之后,能见到一个希腊人并听见希腊话,在他们看来是如此出乎意料。
ἐπηρώτων τε ὁκόθεν ἥκοι καὶ ὅστις ἐών· ὃ δὲ ἀπὸ τοῦ στρατοπέδου τοῦ Ἀλεξάνδρου ἀποσκεδασθῆναι ἔλεγε, καὶ εἶναι οὐ πόρρω τὸ στρατόπεδον καὶ αὐτὸν Ἀλέξανδρον.
他们询问他从何处来,是何许人;他回答说自己是从亚历山大的军营中走散的,军营以及亚历山大本人就在不远处。
τοῦτον τὸν ἄνθρωπον βοῶντές τε καὶ κροτέοντες ἀνάγουσι παρὰ τὸν Νέαρχον· καὶ Νεάρχῳ πάντα ἔφρασε, καὶ ὅτι πέντε ἡμερέων ὁδὸν ἀπέχει τὸ στρατόπεδον καὶ ὁ βασιλεὺς ἀπὸ τῆς θαλάσσης.
他们欢呼着、拍着手,把这个人带到了尼阿库斯面前;他向尼阿库斯陈述了一切,并告知军营和国王距离大海有五天的路程。
τόν τε ὕπαρχον τῆς χώρης ταύτης δείξειν ἔφη Νεάρχῳ, καὶ ἔδειξε· καὶ μετὰ τούτου Νέαρχος γνώμην ποιέεται, ὅκως ἀναβήσεται πρὸς τὸν βασιλέα.3
他还说自己会将这个地区的总督引见给尼阿库斯,并且确实照办了;尼阿库斯便与这位总督一同谋划如何动身前往内陆面见国王。
τότε μὲν δὴ ἐπὶ τὰς νέας ἀπῆλθεν· ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλκεεν, ἐπισκευῆς τε εἵνεκα, ὅσαι αὐτέων κατὰ τὸν πλόον ἐπεπονήκεσαν, καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπεσθαί οἱ ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περιβάλλεται διπλόον τῷ ναυστάθμῳ, καὶ τεῖχος γήινον καὶ τάφρον βαθέαν, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξάμενος ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυσμέναι ἦσαν.
当时尼阿库斯便回到了船上;到了破晓时分,他将船只拖上岸,既是为了修理在航行中受损的船只,同时也是因为他认为将大部队留在这个地方是明智的。于是,他用双重栅栏、土墙和深沟环绕船坞,自河岸一直延伸到拖拉船只的海滩。
- 33.1ἀλλὰ ἔπλωον γάρ
连词组合 ἀλλὰ ... γάρ 承接前文的争论(拒绝奥尼西克利图斯的提议),省略了“但实际上他们并未横渡,因为他们继续沿着海岸航行”的隐含对比,起到了平稳恢复叙事主线的作用(“无论如何/于是他们航行”)。
- 33.5τοῦτον οἱ πρῶτοι ἰδόντες δακρῦσαι ἔλεγον
由 ἔλεγον 引出的不定式间接引语结构。不定式 δακρῦσαι 的逻辑主语与主句主语 οἱ πρῶτοι ἰδόντες 相同,即“最先看见他的人说他们自己流下了眼泪”,间接引语中与主句主语相同的代词宾格依规则省略。
- 33.8γνώμην ποιέεται, ὅκως ἀναβήσεται πρὸς τὸν βασιλέα
短语 γνώμην ποιέομαι(“谋划/制定方案”)如同表示努力、思虑的动词一样,后接 ὅκως 引导加将来时直陈式(ἀναβήσεται)的宾语从句,表示“谋划如何动身前往内陆面见国王”。
