- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:32.1-32.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队驶过物产丰饶的卡尔马尼亚,远眺阿拉伯的马刻塔海角。奥尼西克利图斯主张直接穿过海湾驶向海角,而尼阿库斯力陈探察沿岸的原定使命及未知荒漠的危险,坚持沿海岸航行,使军队化险为夷。
ὑπὲρ δὲ τοὺς Ἰχθυοφάγους Γαδρώσιοι ἐς τὸ ἄνω οἰκέουσι γῆν πονηρὴν καὶ ψαμμώδεα, ἔνθα καὶ τὰ πολλὰ κακὰ ἡ στρατιή τε Ἀλεξάνδρῳ ἔπαθε καὶ αὐτὸς Ἀλέξανδρος, ὥς μοι ἤδη ἐν τῷ ἄλλῳ λόγῳ ἀπήγηται.
在食鱼者上方的内陆,格德罗西亚人居住在一片贫瘠多沙的土地上;亚历山大的军队以及亚历山大本人在那里遭受了诸多苦难,正如我在另一部著作中已经叙述过的那样。
ὡς δὲ ἐς τὴν Καρμανίην ἀπὸ τῶν Ἰχθυοφάγων κατῆρεν ὁ στρατός, ἐνθαῦτα ἵνα πρῶτον τῆς Καρμανίης ὡρμίσαντο, ἐπʼ ἀγκυρέων ἐσάλευσαν, ὅτι ῥηχίη παρετέτατο ἐς τὸ πέλαγος τρηχέα.
当军队从食鱼者的土地抵达卡尔马尼亚时,在他们于卡尔马尼亚最初抛锚之地,由于崎岖的暗礁伸入海中,他们便在离岸处下锚停泊。
ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον.1
从这里开始,他们不再像先前那样朝着日落的方向航行,而是将船首更多地指向日落与大熊星座(北方)之间。
καὶ ἡ Καρμανίη τῶν Ἰχθυοφάγων τῆς γῆς καὶ τῶν Ὠρειτέων εὐδενδροτέρη τε καὶ εὐκαρποτέρη ἐστί, καὶ ποιώδης μᾶλλόν τι καὶ εὔυδρος.
卡尔马尼亚比食鱼者和奥雷泰人的土地树木更繁茂,物产更丰富,也略为多草且水源充足。
ὁρμίζονται δὲ ἐν Βάδει χώρῳ τῆς Καρμανίης οἰκεομένῳ, δένδρεά τε πολλὰ ἥμερα ἔχοντι πλὴν ἐλαίης, καὶ ἀμπέλους ἀγαθάς, καὶ σιτοφόρῳ.
他们停泊在卡尔马尼亚一个有人居住的名叫巴狄斯的地方;该地除了橄榄树外拥有许多果树,出产优良的葡萄,并盛产谷物。
ἐνθένδε ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους ὀκτακοσίους, πρὸς αἰγιαλῷ ὁρμίζονται ἐρήμῳ, καὶ κατορέουσιν ἄκρην μακρὴν ἀνέχουσαν ἐπὶ πολλὸν ἐς τὸ πέλαγος· ἀπέχειν δὲ ἐφαίνετο ἡ ἄκρη πλόον ὡς ἡμέρης.
他们从这里出发,航行了八百斯塔狄翁后,在一处荒芜的海滩靠泊,望见一座长长的海角向海中伸展极远;该海角看起来大约有一天的航程之遥。
καὶ οἱ τῶν χώρων ἐκείνων δαήμονες Ἀραβίης ἔλεγον τὴν ἀνέχουσαν ταύτην ἄκρην, καλέεσθαι δὲ Μάκετα· ἔνθεν τὰ κιννάμωμά τε καὶ ἄλλα τοιουτότροπα ἐς Ἀσσυρίους ἀγινέεσθαι.
熟悉那些地方的人说,这个突出的海角属于阿拉伯,名叫马刻塔;肉桂和其他同类物资便从那里运往亚述人那里。
καὶ ἀπὸ τοῦ αἰγιαλοῦ τούτου, ἵναπερ ὁ στόλος ἐσάλευε, καὶ τῆς ἄκρης, ἥντινα καταντικρὺ ἀπεώρων ἀνέχουσαν ἐς τὸ πέλαγος, ὁ κόλπος — ἐμοί τε δοκέει καὶ Νεάρχῳ ὡσαύτως ἐδόκεεν — ἐς τὸ ἔσω ἀναχέεται, ὅπερ οἰκὸς ἡ Ἐρυθρὴ θάλασσα.
从舰队停泊的这处海滩,以及从他们隔海望见伸入海中的那一海角之间,海湾向内陆深处铺展——在我看来,且在尼阿库斯看来同样如此——这很可能就是厄立特里亚海。
ταύτην τὴν ἄκρην ὡς κατεῖδον, Ὀνησίκριτος μὲν ἐπέχοντας ἐπʼ αὐτὴν πλώειν ἐκέλευεν, ὡς μὴ κατὰ τὸν κόλπον ἐλαστρεῦντας ταλαιπωρέεσθαι.2
当他们望见这处海角时,奥尼西克利图斯主张将船首直指海角航行,以免沿着海湾费力划桨航行而受苦。
Νέαρχος δὲ ὑποκρίνεται νήπιον εἶναι Ὀνησίκριτον, εἰ ἀγνοέει ἐπʼ ὅτῳ ἐστάλη πρὸς Ἀλεξάνδρου ὁ στόλος.
但尼阿库斯回答说,如果奥尼西克利图斯不知道亚历山大派遣舰队的用意,那他就是极其愚蠢的。
οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκπέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα3 αἰγιαλούς τε τοὺς κατὰ τὸν παράπλοον κατασκέψασθαι καὶ ὅρμους καὶ νησῖδας, καὶ ὅστις κόλπος ἐσέχοι, ἐκπεριπλῶσαι τοῦτον, καὶ πόλιας ὅσαι ἐπιθαλάσσιαι, καὶ εἴ τις ἔγκαρπος γῆ καὶ εἴ τις ἐρήμη.
因为亚历山大派出船只,绝不是因为全军难以通过陆路安全撤回,而是想要考察航程沿岸的海岸、港口与小岛,彻底绕行伸入内陆的每一个海湾,探明沿海有多少城镇,以及土地肥沃还是荒芜。
σφᾶς ὦν οὐ χρῆναι ἀφανίσαι τὸ ἔργον, πρὸς τέρματι ἤδη ἐόντας τῶν πόνων, ἄλλως τε οὐδὲ ἀπόρως ἔτι τῶν ἀναγκαίων ἐν τῷ παραπλόῳ ἔχοντας. δεδιέναι τε, ἐπεὶ ἡ ἄκρη ἐς μεσαμβρίην ἀνέχοι, μὴ ἐρήμῃ τε τῇ ταύτῃ γῇ καὶ ἀνύδρῳ καὶ φλογώδεϊ ἐγκύρσειαν.
因此,当他们如今已接近劳苦的终点时,绝不应使这一壮举化为泡影,更何况在沿岸航行中他们已不再匮乏必需品。 他还担心,既然那海角向南伸展,他们可能会遭遇一片荒凉、缺水且灼热的土地。
ταῦτα ἐνίκα, καί μοι δοκέει περιφανέως σῶσαι τὴν στρατιὴν τῇδε τῇ βουλῇ Νέαρχος· τὴν γὰρ δὴ ἄκρην ἐκείνην καὶ τὴν πρὸς αὐτῇ χώρην πᾶσαν ἐρήμην τε εἶναι λόγος κατέχει καὶ ὕδατος ἀπορίῃ ἔχεσθαι.
这一意见占了上风,在我看来,尼阿库斯凭借这一决策显而易见地拯救了军队;因为流传的说法坚称,那座海角及其附近的所有土地皆荒无人烟,且苦于极度缺水。
- 32.3τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον
αὐτοῖσιν 为关系与格(“对他们而言”)。动词 ἐπέχω 在航海语境中与表示方向的宾格(此处为名词化短语 τὸ μεταξύ,“日落与大熊星座之间”)连用,意为“(将船首)指向……”或不及物地表示“朝……航行”。
- 32.9ὡς μὴ κατὰ τὸν κόλπον ἐλαστρεῦντας ταλαιπωρέεσθαι
结构 ὡς μή + 不定式表示否定目的(“以免……”)。状语分词 ἐλαστρεῦντας(“一边划桨……”)为宾格,与不定式 ταλαιπωρέεσθαι 的逻辑主语(水手们)相一致。
- 32.11οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκπέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα
间接引语中的复合句结构。由 οὐ γὰρ ὅτι(“并非因为……”)引出的被否定的原因,与 ἀλλά(“而是希望……”)引出的真实动机形成对比。分词 ἐθέλοντα(阳性单数宾格)与不定式 ἐκπέμψαι 的逻辑主语亚历山大(在间接引语中作宾格)保持一致。
