← 阿利安

印度志

§31.1-31.9

诺萨拉岛的迷信与尼阿库斯破除神话

针对无人岛诺萨拉的神秘传说以及船只失踪事件,尼阿库斯亲自登岛破除了迷信与关于涅瑞伊得斯的起源神话,但作者批评他耗费精力去驳斥此类荒诞传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

εὖτε δὲ παρέπλωον τὴν χώρην τὴν Ἰχθυοφάγων, λόγον ἀκούουσι περὶ νήσου τινός ἣ κέεται μὲν ἀπέχουσα τῆς ταύτῃ ἠπείρου σταδίους ἐς ἑκατόν, ἐρήμη δέ ἐστιν οἰκητόρων.

当他们沿着食鱼者的土地航行时,听说了一座岛屿的故事;该岛距此地的大陆约有一百斯塔狄翁,无人居住。

§31.2

ταύτην ἱρὴν Ἡλίου ἔλεγον εἶναι οἱ ἐπιχώριοι καὶ Νόσαλα καλέεσθαι, οὐδέ τινα ἀνθρώπων καταίρειν ἐθέλειν ἐς αὐτήν· ὅστις δὲ ἂν ἀπειρίῃ προσσχῇ, γίνεσθαι ἀφανέα.

当地人说,这座岛是太阳神的圣地,名叫诺萨拉,没有任何人愿意登上它;凡因无知而在那里靠岸的人,都会神秘失踪。

§31.3

ἀλλὰ λέγει Νέαρχος κέρκουρόν σφιν ἕνα πλήρωμα ἔχοντα Αἰγυπτίων οὐ πόρρω τῆς νήσου ταύτης γενέσθαι ἀφανέα, καὶ ὑπὲρ τούτου τοὺς ἡγεμόνας τοῦ πλόου ἰσχυρίζεσθαι ὅτι ἄρα κατάραντες ὑπʼ ἀγνοίης ἐς τὴν νῆσον γένοιντο ἀφανέες.

然而尼阿库斯说,他们的一艘由埃及水手操纵的轻快帆船在这座岛屿不远处失踪了,为此航海领航员们坚称,他们定然是因为无知而在该岛靠岸后失踪的。

§31.4

Νέαρχος δὲ πέμπει κύκλῳ περὶ τὴν νῆσον τριηκόντορον, κελεύσας μὴ κατασχεῖν μὲν ἐς τὴν νῆσον, ἐμβοᾶν δὲ τοῖς ἀνθρώποις ὡς μάλιστα ἐν χρῷ1 παραπλώοντας, καὶ τὸν κυβερνήτην οὐνομάζοντας καὶ ὅτου ἄλλου οὐκ ἀφανὲς τὸ οὔνομα.

尼阿库斯于是派遣了一艘三十桨船绕岛航行,下令不得在岛上靠岸,而是紧贴海岸航行,向那些人高声呼喊,点名呼唤舵手以及名字为人所知的其他人。

§31.5

ὡς δὲ οὐδένα ὑπακούειν, τότε δὴ αὐτὸς λέγει πλῶσαι ἐς τὴν νῆσον, καὶ κατασχεῖν προσαναγκάσαι τοὺς ναύτας οὐκ ἐθέλοντας, καὶ ἐκβῆναι αὐτὸς καὶ ἐλέγξαι κενὸν μῦθον ἐόντα τὸν περὶ τῇ νήσῳ λόγον.

但既然无人应答,据尼阿库斯自述,他便亲自乘船驶向该岛,强迫不情愿的水手们靠岸,自己亲自登岛,从而证明关于该岛的传说是毫无根据的荒诞之谈。

§31.6

ἀκοῦσαι δὲ καὶ ἄλλον λόγον λεγόμενον, οἰκῆσαι τὴν νῆσον ταύτην μίαν τῶν Νηρηίδων· τὸ δὲ οὔνομα οὐ λέγεσθαι τῆς Νηρηίδος. ταύτῃ δὲ ὅστις πελάσειε, τούτῳ δὲ συγγίνεσθαι μέν, ἰχθὺν δὲ αὐτὸν ἐξ ἀνθρώπου ποιέουσαν ἐμβάλλειν ἐς τὸν πόντον.

他们还听到了流传的另一个传说:曾有一位涅瑞伊得斯仙女居住在这座岛上,但这位仙女的名字未被传下;凡接近她的人,她便与之交合,但随后将人变为鱼,掷入海中。

§31.7

ἥλιον δὲ ἀχθεσθέντα τῇ Νηρηίδι κελεύειν μετοικίζεσθαι αὐτὴν ἐκ τῆς νήσου· τὴν δὲ ὁμολογέειν μὲν ὅτι ἐξοικισθήσεται, δέεσθαι δέ οἱ τὸ πάθημα παυθῆναι, καὶ τὸν Ἥλιον ὑποδέξασθαι· τοὺς δὲ δὴ ἀνθρώπους οὕστινας ἰχθύας ἐξ ἀνθρώπων ἐπεποιήκει κατελεήσαντα ἀνθρώπους αὖθις ἐξ ἰχθύων ποιῆσαι, καὶ ἀπὸ τούτων τῶν Ἰχθυοφάγων τὸ γένος καὶ ἐς Ἀλέξανδρον κατελθεῖν.

太阳神对这位仙女十分恼怒,命令她迁出该岛;她同意迁居,但请求除去自己的这一情欲之疾,太阳神应允了;太阳神还怜悯了那些被她由人变成鱼的男子,重新将他们由鱼变回了人;食鱼者一族便是他们的后裔,世代相传直至亚历山大时代。

§31.9

καὶ ταῦτα ὅτι ψεύδεα ἐξελέγχει Νέαρχος, οὐκ ἐπαινέω αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης,2 οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαίπωρόν τε ἐὸν γινώσκων3 τοὺς παλαιοὺς λόγους ἐπιλεγόμενον ἐξελέγχειν ἐόντας ψευδέας.

至于尼阿库斯证明这些皆为虚妄之辞,我本人并不赞赏他为此付出的闲暇与才智,因为这些既非极难驳斥之事,而且我也深知,特意挑出古代传说来证明其为虚妄,是一件吃力不讨好的劳碌之举。

语法注3 条
  1. 31.4ὡς μάλιστα ἐν χρῷ

    成语 ἐν χρῷ 字面意为“触及皮肉”,在航海语境中引申为“极度贴近海岸”。此处与 ὡς μάλιστα 连用,意为“尽可能紧贴海岸”。

  2. 31.9οὐκ ἐπαινέω αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης

    动词 ἐπαινέω(赞赏)后接宾格表示赞赏的对象(αὐτόν),并接属格表示原因(τῆς σχολῆς τε καὶ σοφίης),即“我不因其闲暇与才智而赞赏他”。

  3. 31.9οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαίπωρόν τε ἐὸν γινώσκων

    主格分词 γινώσκων 与全句主语(作者 ἔγωγε)一致。前面的中性复数分词 ἐόντα 作为原因分词修饰前面的宾语 ταῦτα(“因为这些并不难反驳”)。随后的 ταλαίπωρον ἐόν 则作为 γινώσκων 的宾语从句内容,表示“深知反驳古老传说是劳而无功的差事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:31.1-31.9