- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:30.1-30.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼阿库斯船队遭遇喷吐巨浪的海兽并陷入恐慌,后凭借战吼与奋力划桨将其驱退;随后记载了搁浅巨兽的巨大骸骨被当地居民用作房屋大梁和门扉。
κήτεα δὲ μεγάλα ἐν τῇ ἔξω θαλάσσῃ βόσκεται, καὶ ἰχθύες πολλῷ μέζονες ἢ ἐν τῇδε τῇ ἔσω.
外海中生活着巨大的海兽,那里的鱼也比这片内海中的大得多。
καὶ λέγει Νέαρχος, ὁκότε ἀπὸ Κυΐζων παρέπλωον, ὑπὸ τὴν ἕω ὀφθῆναι1 ὕδωρ τῆς θαλάσσης οἷά περ ἐκ πρηστήρων βίᾳ ἀναφερόμενον, ἐκπλαγέντας δὲ σφᾶς πυνθάνεσθαι τῶν κατηγεομένων τοῦ πλόου ὅ τι εἴη καὶ ἀπʼ ὅτου τοῦτο τὸ πάθημα· τοὺς δὲ ὑποκρίνασθαι ὅτι κήτεα φερόμενα κατὰ τὸν πόντον ἀναφυσᾷ ἐς τὸ ἄνω τὸ ὕδωρ. καὶ τοῖσι ναύτῃσιν ἐκπλαγεῖσιν ἐκ τῶν χειρῶν τὰ ἐρετμὰ ἐκπεσεῖν, αὐτὸς δὲ ἐπιὼν παρακαλέειν τε καὶ θαρσύνειν, καὶ κατʼ οὕστινας παραπλώων ἐγίνετο, ἐς μέτωπόν τε κελεῦσαι καταστῆσαι ὡς ἐπὶ ναυμαχίῃ τὰς νέας, καὶ ἐπαλαλάζοντας ὁμοῦ τῷ ὀρθίῳ πυκνήν τε καὶ σὺν κτύπῳ πολλῷ τὴν εἰρεσίην ποιέεσθαι. οὕτως ἀναθαρσήσαντας ὁμοῦ δὴ πλώειν ἀπὸ συνθήματος.
尼阿库斯还说,当他们从基扎沿岸航行时,拂晓时分见到海水剧烈地向上喷涌,就像由龙卷风激起的一样;他们大惊失色,向领航员们询问这是什么现象,因何而起;领航员们回答说,是在海中游弋的海兽将水向上喷吐。水手们惊恐万状,桨从手中脱落;但尼阿库斯亲自巡视激励,为他们打气;每当他航行经过各船时,便下令他们将船只排成横队,如同准备海战一般,并与高亢的战歌声一同发出呐喊,急促且发出巨响地划桨。他们由此重获勇气,并在接到信号后一同向前划行。
ὡς δὲ ἐπέλαζον ἤδη τοῖσι θηρίοισιν, ἐνθαῦτα αὐτοὺς μὲν ὅσον αἱ κεφαλαὶ αὐτοῖσιν ἐχώρεον2 ἐπαλαλάξαι, τὰς δὲ σάλπιγγας σημῆναι, καὶ τὸν κτύπον τὸν ἀπὸ τῆς εἰρεσίης ὡς ἐπὶ μήκιστον κατασχεῖν.
当他们逼近那些巨兽时,众人便竭尽全力发出战吼,号角吹响信号,划桨激起的声响也传到了尽可能远的地方。
οὕτω δὴ ὁρεύμενα ἤδη κατὰ τὰς πρῴρας τῶν νεῶν τὰ κήτεα ἐς βυσσὸν δῦναι ἐκπλαγέντα, καὶ οὐ πολλῷ ὕστερον κατὰ τὰς πρύμνας ἀναδύντα ἀνασχεῖν καὶ τῆς θαλάσσης αὖθις ἀναφυσῆσαι ἐπὶ μέγα. ἔνθεν κρότους τε ἐπὶ τῇ παραλόγῳ σωτηρίῃ γενέσθαι τῶν ναυτέων, καὶ αἶνον ἐς τὸν Νέαρχον τε τόλμης καὶ τῆς σοφίης.
于是,在船首前方已经看得见的海兽吓得潜入深海,不久后又在船尾后方浮起露出水面,再次将海水高高喷向空中。由此,船员们为这一意料之外的获救而拍手欢呼,并赞扬尼阿库斯的勇气与智慧。
τούτων μετεξέτερα τῶν κητέων ἐποκέλλειν πολλαχοῦ τῆς χώρης, ἐπειδὰν ἀνάπωτις κατάσχῃ, ἐν τοῖσι βραχέσιν ἐχόμενα, τὰ δὲ καὶ ὑπὸ χειμώνων σκληρῶν ἐς τὴν χέρσον ἐξωθέεσθαι, καὶ οὕτω δὴ κατασηπόμενα ἀπόλλυσθαί τε καὶ τὰς σάρκας αὐτοῖσι περιρρεούσας ὑπολείπειν τὰ ὀστέα χρᾶσθαι τοῖσιν ἀνθρώποισιν ἐς τὰ οἰκία.3
这些海兽中的一部分在当地很多地方搁浅,每当退潮发生时便被困在浅滩中;另一些则被狂暴的风暴冲上海岸;它们就这样腐烂而亡,当它们的肉腐烂脱落后,留下的骨头便供人们用来建造房屋。
εἶναι ὦν τὰ μὲν ἐν τῇσι πλευρῇσιν αὐτῶν ὀστέα δοκοὺς τοῖσιν οἰκήμασιν ὅσα μεγάλα, τὰ δὲ σμικρότερα στρωτῆρας· τὰ δὲ ἐν τῇσι σιαγόσι, ταῦτα δὲ εἶναι τὰ θύρετρα, οἷα δὴ πολλῶν καὶ ἐς εἴκοσι καὶ πέντε ὀργυιὰς ἀνηκόντων τὸ μέγαθος.4
因此,它们肋部的骨头,凡粗大的就充当房屋的大梁,较小的充当椽木;而下颌的骨头,则充当门扇;因为许多海兽的体长可达二十五噚之巨。
- 30.2ὀφθῆναι
由第2节的主动词 λέγει 所统辖的间接引语不定式。自此直至第7节的 γενέσθαι,尼阿库斯的见闻叙述均由一系列并列从属不定式承担主句叙述功能。
- 30.5ὅσον αἱ κεφαλαὶ αὐτοῖσιν ἐχώρεον
字面直译为‘就其头颅所能容纳的限度’,系表示‘竭尽全力’或‘放开喉咙大声地’的习惯表达。动词 ἐχώρεον 是表示容纳、容量的 χωρέω 的未完成过去时。
- 30.8χρᾶσθαι τοῖσιν ἀνθρώποισιν ἐς τὰ οἰκία
不定式 χρᾶσθαι 充当紧随动词 ὑπολείπειν 之后的目的或说明性不定式(留下骨骼以供人们建房之用)。其实际行为者由与格 τοῖσιν ἀνθρώποισιν 标明。
- 30.9οἷα δὴ πολλῶν καὶ ἐς εἴκοσι καὶ πέντε ὀργυιὰς ἀνηκόντων τὸ μέγαθος
由表示事实原因的连词短语 οἷα δή(‘鉴于’、‘由于’)引导的属格独立结构(πολλῶν... ἀνηκόντων),旨在说明何以下颌骨足以充当门扇。τὸ μέγαθος 充当限定宾格(关系宾格)。
