← 阿利安

印度志

§29.1-29.16

驶离食鱼族领地与食鱼族的生活习俗

尼阿库斯的舰队忍受饥饿航经食鱼族的地界并最终驶离该区域。随后记述了食鱼族独特的生存方式,包括利用退潮和椰枣树皮大网捕鱼、生食及烘制干鱼粉、以鱼喂养牲畜,以及用巨兽骨骼搭建房屋等习俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν.

他们于午夜前后从那里起航,航行了约一千斯塔德,到达优良的停泊港塔尔麦纳。又从那里航行四百斯塔德到达荒废的城镇卡纳西达,在那里他们遇到了一口掘出的水井,并长有野生的椰枣树。他们砍下这些树的嫩心食用;因为军队的口粮已经耗尽。

§29.2

καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλωον τήν τε ἡμέρην καὶ τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε τὰς νέας ἐπʼ ἀγκυρέων.

由于饱受饥饿之苦,他们日夜兼程航行,并在一处荒凉的海滩前停泊。尼阿库斯担心兵士们登岸后因绝望而弃船,因此让船只在开阔水面上抛锚停留。

§29.4

ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνθαῦτα καὶ διώρυχες βραχέαι.

他们从那里起航,航行了约七百五十斯塔德,停泊在卡纳特。那里既有海滩,也有浅水道。

§29.5

ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Τροῖσιν ὁρμίζονται, κῶμαι δὲ σμικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοισιν ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, ἀπὸ τούτων ἐσιτέοντο.

从那里航行八百斯塔德后,他们停泊在特洛伊西,那里有简陋窄小的村落。居民们弃家而逃,他们自己则找到少许粮食和椰枣。他们还宰杀了被遗弃的七峰骆驼,以此为食。

§29.6

ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριηκοσίους πλώουσι, καὶ κατορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι ᾤκεον.

天明前他们起航,航行了三百斯塔德,在达加塞拉停泊;那里居住着一些游牧人。

§29.7

ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλωον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν1 τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.

他们从那里起航,日夜航行,丝毫没有停歇,而是前行了一千一百斯塔德,航行穿过了食鱼族的疆土;在此期间,他们因缺乏必需品而遭受了许多苦难。

§29.8

ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ — ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα —, ἀλλὰ μετέωροι ἐπʼ ἀγκυρέων· μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες ἢ μύριοι.

他们并未在靠近陆地处停泊——因为暗滩向海中延伸极远——而是在开阔水域中抛锚停泊。沿着食鱼族之地的沿岸航程全长略多于一万斯塔德。

§29.9

οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατʼ ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας — ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπί τῇ θήρῃ τῶν ἰχθύων —, τὸ πολλὸν δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει.

这些食鱼族正如其名,以鱼类为食,但他们之中只有少数人通过捕鱼为业;因为很少有人为此造船,或是发明了捕鱼的技术;绝大多数是落潮为他们带来的。

§29.10

οἳ δὲ καὶ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον.

他们之中有些人还为此制造了渔网,大多数网的长度可达两斯塔德。他们用椰枣树皮编织这些网,像搓亚麻一样将树皮捻成线。

§29.11

ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες· οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι.

每当潮水退去,凡留下干涸地面的地方,通常没有鱼;但在深洼处留下一些水的地方,其中就有极多的鱼;其中多数很小,但也有较大的。他们用网围住这些鱼将其捕获。

§29.12

σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτʼ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπʼ αὐτῶν ποιέονται καὶ ἄρτους· οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι.

他们将最嫩的鱼一从水中捞出便生吃;而将较大且较坚硬的鱼放在太阳下晒干,待完全干透后碾磨成粉,用它做成粉料和面包;还有人由这种粉料烤制干饼。

§29.13

καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται· ἡ γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει.

他们的牲畜也吃干鱼;因为这片土地缺乏草场,连青草也不生长。

§29.14

θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια. ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ ἀπὸ τούτων ἔλαιον ποιέουσιν.2

他们还在许多地方捕获大龙虾、牡蛎和贝类。该地自然生成食盐,他们又从这些水产中榨取油。

§29.15

οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων — καὶ τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα ποιέεται —, ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, [καὶ τούτῳ κατάπερ ὄψῳ χρέονται πρὸς τοὺς ἰχθύας·] ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν ἰχθύες.

他们中有些人居住在荒芜的地带,其土地没有树木,也不出产驯化农作物——对这些人来说,全部的生活维持均来自鱼类——而他们之中只有少数人播种所能耕作的土地,将收获物当作配鱼的菜肴来用;因为他们的粮食就是鱼。

§29.16

οἰκία δὲ ποιέονται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει ἡ θάλασσα, τούτων τὰ ὀστέα ἐπιλεγόμενοι, καὶ τούτοισιν ἀντὶ ξύλων χρεόμενοι. καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται·3 τοῖσι δὲ πολλοῖσι καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθέων τῶν ἰχθύων τὰ οἰκία ποιέεται.

他们之中最富裕的人,收集大海冲上岸的各类海中巨兽的骨骼来建造房屋,用这些骨骼替代木材;在这些骨骼中,他们把扁平的做成门。但对于大多数贫苦者而言,房屋则是用鱼骨搭建的。

语法注3 条
  1. 29.7ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν

    在阿里安笔下(尤其在否定表达之后),ἀλλὰ ... γάρ 常不含省略或因果意义,仅相当于单纯表转折或承接的 ἀλλά(“而是”“就这样”)。此处承接前文的“毫不耽搁(οὐδέν τι ἐλινύοντες)”,直接引出他们行进一千一百斯塔德后驶出(ἐξέπλωσαν)食鱼族疆土这一结果。

  2. 29.14ἀπὸ τούτων ἔλαιον ποιέουσιν

    虽然紧邻的前句提到“自然生成的食盐(ἅλες αὐτόματοι)”,但在语境上指示代词 τούτων 并非指盐,而是承接前一句中的海产(“大龙虾、牡蛎和贝类”)或泛指鱼类海产,记述由这些水产提炼油脂的习俗。

  3. 29.16καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται

    双重宾格结构(带谓语性宾格)。τὰ ὀστέα ὅσα πλατέα αὐτῶν(它们骨骼中扁平的部分)为直接宾语,θύρας(门)为谓语性宾格,意为“把其中扁平的骨骼做成门”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:29.1-29.16