← 阿利安

印度志

§28.1-28.9

突袭占领城镇与驶向巴盖亚角

尼阿库斯假装友好进入城镇,在城墙上发出信号命舰队突袭并占领该地;在搜集了以烤鱼粉为主的补给后,他们起航停泊于当地人奉为太阳圣地的巴盖亚角。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων.

当他友善地走近城墙时,人们从城里拿来款待的礼物:陶罐烘烤的金枪鱼——因为这些人虽住在食鱼族的边陲,却是他们〔尼阿库斯一行〕所见到的第一批不吃生食的人——还有少许点心与椰枣。

§28.2

ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· οἳ δὲ εἴων παρελθεῖν.

他说自己欣然接受这些礼物,并想观瞻城邦;于是他们便准许他进入。

§28.3

ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον.1

当他进到城门内,便命令弓箭手中的两人把守住侧门,自己则同另外两人以及通译登上那处的城墙,按照约定的方式向阿尔基阿斯一队人发出信号。这就是说,由他发出信号,对方理会后便执行受命的行动。

§28.4

ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον.

马其顿人看见信号,迅速将船只冲上海滩,奋力跳入海水中;异族人对所发生的事大感震惊,纷纷奔向武器。

§28.5

ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.

随同尼阿库斯的通译宣告,若想保全城镇,就应向军队提供粮食;但他们辩称自己没有粮食,同时向城墙发起进攻。然而尼阿库斯身旁的弓箭手居高临下射箭,将他们击退。

§28.6

ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω2 ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι.

当他们明白城镇已被占领、行将沦为奴隶时,便向尼阿库斯恳求,让他取走他们所有的一切粮食后离去,不要毁坏城镇。

§28.7

Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατʼ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν σῖτον εἰ ἀδόλως δεικνῦσιν.

尼阿库斯命令阿尔基阿斯控制城门和城门附近的城墙,自己则派出人员一同察看他们是否如实出示了粮食。

§28.8

οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολλὸν ἐδείκνυν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν ὅσα ὄψῳ3 διαχρεόμενοι.

他们展示了大量由烤鱼磨成的粉,但小麦和大麦却很少;因为实际上他们是将鱼粉当作主粮,而将面包仅当作菜肴来食用。

§28.9

ὡς δὲ τὰ ἐόντα ἐπεδείκνυν, οὕτω δὴ ἐκ τῶν παρεόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρῃ, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.

在他们展示了所有存粮后,〔尼阿库斯一行〕便就地补充给养并起航,停泊在一处当地人奉为太阳圣地的海角;该海角名为巴盖亚。

语法注3 条
  1. 28.3τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον

    不定式 σημῆναι 和 ποιέειν 构成解释 συνεκέετο 内容的宾格不定式结构(或承接叙述性间接引语)。宾格的 τὸν μέν 和 τὸν δέ 分别指尼阿库斯与接收信号的阿尔基阿斯(或其部属),用于具体说明事先的约定。

  2. 28.6ὅσον οὔπω

    意为“行将”、“随时都会”的副词性惯用短语。修饰将来分词 ἀνδραποδισθησομένην,表示城镇沦为奴隶的紧迫局面。

  3. 28.8ὅσα ὄψῳ

    ὅσα 在此作副词性用法(相当于 ὡς),与与格 ὄψῳ 连用,意为“仅作为菜肴/配菜”。这体现了与希腊人饮食习惯相反的情形:他们以鱼粉为主食,而将面包仅当作配菜。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:28.1-28.9