- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:27.1-27.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼阿库斯舰队在向导休德拉克斯的指引下继续航行,途经巴尔纳、科凡塔和屈伊扎,抵达一座有农耕的小城,并定计夺取粮食补给。
ἐνθένδε κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος·1 ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὰ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν τι εὔορμα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν.
从这里起,据尼阿库斯所述,一位名叫休德拉克斯的加德罗西亚人作为领航员与他们同行;休德拉克斯承诺将他们一路护送到卡尔马尼亚。自此以后的航程不再艰难,而是有了较多的良港,一直延伸到波斯湾。
ἐκ δὲ Μοσαρνῶν νυκτὸς ἄραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένδε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρσιναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀπʼ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκετο· ἐνθαῦτα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας ἐνθένδε ἐς διηκοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπʼ ἀγκυρέων ἐσάλευσαν.
夜间从莫萨尔纳启航,他们航行七百五十斯塔狄昂到达巴洛莫斯海滩;从那里又航行四百斯塔狄昂到达巴尔纳村,那里有许多棕榈树和一个园子,园里长着香桃木和其他花卉,村民们用它们编织花冠;在那里,他们第一次见到了人工栽植的树木,以及并非全然野蛮的居民。从那里环绕航行二百斯塔狄昂后,他们抵泊登德罗博萨,船只在锚泊中摇曳。
ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες·
自该地于午夜前后启航,他们穿行了约四百斯塔狄昂,到达科凡塔港。
ἐνθαῦτα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν σμικρὰ καὶ πονηρά· καὶ τῇσι κώπῃσιν οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν,2 κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολλόν τε ἦν ἐν τῷ λιμένι καὶ καθαρόν.
那里住着渔民,他们的船只短小简陋;他们划桨并不像希腊人的习惯那样靠着桨桩,而是像掘地的人一样,忽左忽右地向两边翻扬水花。港内有充足且清澈的淡水。
περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους διεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥηχίη. αὐτόθι ὦν ἐπʼ ἀγκυρέων ὥρμεον, κατὰ νέας τε ἐδειπνοποιέοντο.
在第一更左右启航,穿行八百斯塔狄昂后,他们抵泊屈伊扎,那里是一片荒凉的海滩,且有暗礁。因此他们就在那里抛锚停泊,并在船上用膳。
ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ.
从那里穿行五百斯塔狄昂后,他们来到一座坐落在离海滩不远的小丘上的小城镇。
καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει3 πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον· ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία,4 βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀπεώρων βαθέαν. ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὸς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.
尼阿库斯觉察到这片土地很可能种有庄稼,便对阿尔基阿斯——他与尼阿库斯同行,是著名的马其顿人之一——对他说道,他们必须占领这处据点;因为他说,他认为居民不会自愿向军队提供粮食,用武力强取又不可能,反而需要围攻和拖延时日,而他们自己的粮食已经告罄。土地出产粮食这一点,由他们在离海滩不远处望见的高深麦茬得到了证实。当他们对此意见一致时,他命令其余船只整备待发,仿佛要起航出海,阿尔基阿斯为他备妥了出海所需;而他自己则带着一艘船留下来,佯装前去视察观瞻这座城镇。
- 27.1κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος
句首的 κατηγεμὼν τοῦ πλόου(航海向导/引水人)是语法主语 Ὑδράκης 的述语性同位语。由于倒装(hyperbaton),标明其职能的短语被前置于句首以示强调。
- 27.5ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν
在与前面的 οὐ κατὰ σκαλμὸν ἤρεσσον(并未靠着桨桩划水)相对照的 ἀλλά 分句中,使用了分词 ἀναβάλλοντες(翻扬起水花)而非限定动词。在句法上可承前补出 ἤρεσσον 理解为“(翻扬着水花而)划桨”,或视作分词代替限定动词的松散用法。
- 27.8λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει
由于插叙了关于阿尔基阿斯的说明分句(συνέπλωε δὲ...),主句的介词短语与谓语动词通过 πρὸς τοῦτον λέγει 得以复指重申(复述法,epanalepsis),随后由 ὅτι 引出发话内容。
- 27.9ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία
接续在主句 λέγει 之后的间接引语中的不定式结构。οὐκ ἂν οἴεσθαι 既可视为直陈式带 ἄν(οὐκ ἂν ᾤετο)在间接引语中的转化,亦可将 ἄν 视作在逻辑上修饰下属不定式 δοῦναι(即“他说他认为他们绝不会自愿提供”)。
