← 阿利安

印度志

§26.1-26.9

沿食鱼族海岸航行与抵达莫萨尔纳

尼阿库斯率领的舰队沿食鱼族海岸航行,途经巴吉萨拉、卡拉莫伊和基萨等地抵达莫萨尔纳,在粮食匮乏中目睹了以鱼为食的羊等异邦风俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης.1 ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.2

在奥雷泰人接界处的内陆住着加德罗西亚人;亚历山大率军历经艰辛穿过他们的国土,所遭受的苦难之多,甚至全军在整场远征中所受的苦难加在一起也无可比拟。这些事情已载于我的较详著作中。

§26.2

παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.

在加德罗西亚人之下,沿着海岸居住着所谓的食鱼族。舰队沿他们的海岸航行。第一天,他们在第二更左右启航,抵泊巴吉萨拉;沿海航程为六百斯塔狄昂。

§26.3

λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.

那里有一个良好的海港,还有一座距海六十斯塔狄昂的村庄帕西拉,其附近的居民是帕西拉人。

§26.4

ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.

次日,他们在常规时间之前提早启航,绕过一座伸入深海很远、又高又陡峭的海角。

§26.5

φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·

他们掘井取水,汲得少量苦水,这一天只得泊锚,因为沿岸有暗礁(浅滩)绵延。

§26.6

ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.

次日,航行二百斯塔狄昂后抵达科尔塔。从那里于拂晓启航,航行六百斯塔狄昂后在卡拉莫伊抛锚停泊。这是靠近海岸的村庄,四周生长着几棵棕榈树,上面结着绿色的枣。还有一座离海岸约一百斯塔狄昂的岛屿,名叫卡尔尼内。

§26.7

ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖσι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.

村中的居民在那里向尼阿库斯奉献羊和鱼作为客礼;他说羊肉带有鱼腥味,正像海鸟的肉一样,因为羊本身也以鱼为食,由于该地完全不长草。

§26.8

ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.

次日,他们航行约二百斯塔狄昂,在靠近一处海岸和离海三十斯塔狄昂的村庄处抛锚停泊;村庄名叫基萨,海岸的名字则是卡尔比斯。

§26.9

ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ3 κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καὶ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.

他们在那里碰上几只小舟,犹如不富裕的渔夫的船只;但他们未能捕获那些人,因为渔民看见船只进港便已逃遁。那里没有粮食,军中大部粮秣亦已告罄;然而将山羊运上船只后,他们便就此开航。他们绕过一座伸入海中约一百五十斯塔狄昂的高耸海角,停靠在一个避风的海港。那里有淡水,且有渔民居住;海港的名字是莫萨尔纳。

语法注3 条
  1. 26.1ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης

    由关系代词 ὅσα 引导的从句中省略了动词(如 ἦν 或 ἔπαθεν)。与前面的 κακὰ τοσαῦτα 呼应,字面意思为“甚至整个远征的所有苦难加起来都不及的那么多(灾难)”,强调了通过加德罗西亚时的困苦超过了全军以往一切苦难的总和。

  2. 26.1κάτα δὲ Γαδρωσίων

    介词 κατά 支配属格(因倒置重音后退为 κάτα),作方位副词性表达,意为“在加德罗西亚人(地区)之下/外侧海面”。这与前一句中的内陆(κατὰ μὲν μεσογαίην)形成空间方位上的对比。

  3. 26.9ἀλλʼ ἔφυγον γὰρ

    希腊语习用搭配 ἀλλὰ ... γάρ 包含主句的承前省略,表达“但是(未能抓获),因为他们逃跑了”的因果关系,直接说明前一句否定陈述 αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν 的缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:26.1-26.9