← 阿利安

印度志

§25.1-25.8

抵达马拉纳与南方航行的天象观测

船队修整船只后抵达奥赖泰人领地边缘的马拉纳,记录了内陆住民的习俗与航程距离。随后引用了尼阿库斯关于南航时日影与星象的天文观测,作者并引苏埃内与麦罗埃之例论证其合情合理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ἐνθαῦτα νεωλκέουσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτέων ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριηκοσίους ἀπικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτέων γῆς· Μάλανα τῷ χώρῳ οὔνομα.

他们在那里把船拖上岸,修缮了其中受损的船只。第六天他们启航,航行约三百斯塔德后,抵达了一处地方,这正是奥赖泰人领地的尽头;该地名叫马拉纳。

§25.2

Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι τοῖσι καὶ ἄλλα νόμαια.

那些居住在远离海洋之内陆的奥赖泰人,装束如同印度人,战备亦同样如此;但他们的语言不同,风俗习惯亦各异。

§25.3

μῆκος τοῦ παραπλόου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτέων γῆν ἑξακόσιοι καὶ χίλιοι.

沿着他们出发的阿拉比奥斯人领地的海岸航程,大约有一千斯塔德,而沿着奥赖泰人领地的航程则是一千六百斯塔德。

§25.4

παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν1 (τὸ ἐνθεῦτεν γὰρ οὐκέτι Ἰνδοί εἰσι) λέγει Νέαρχος ὅτι αἱ σκιαὶ αὐτοῖσιν οὐ τωὐτὸ ἐποίεον· ἀλλὰ ὁκότε μὲν ἐπὶ πολλὸν τοῦ πόντου ὡς πρὸς μεσαμβρίην προχωρήσειαν, αἱ δὲ καὶ αὐταὶ2 πρὸς μεσαμβρίην τετραμμέναι ἐμαίνοντο· ὁκότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ὁ ἥλιος, ἤδη καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι.

尼阿库斯说,当他们沿着印度人的土地航行时(因为从这里开始便不再是印度人了),影子对他们而言表现得并不相同;凡是他们向南深入大海推进甚远时,影子本身也显出转向南方;而当太阳处于正午中天时,在他们看来一切事物都已毫无阴影。

§25.6

τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων;3 οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες ἐόντες.

而在他们以前所仰望的高空诸星中,有的完全隐没不见,有的则出现在紧贴地平线处,以往恒常显现的星宿如今沉落随即又升起。

§25.7

καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ.

在我看来,尼阿库斯记述这些并非不合情理;因为即便在埃及的苏埃内,每当夏季太阳运行至夏至点时,有一口特指的水井在正午时分显现为毫无阴影;而在麦罗埃,同一时节一切皆无阴影。

§25.8

οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν,4 καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.

因此,在印度人那里,既然他们居住在南方,也出现同样的现象,乃是理所当然的,尤其是沿着印度洋,因为对他们来说大海更向南方倾斜。关于这些,至此足矣。

语法注4 条
  1. 25.4παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν

    属格绝对结构。句中未明确给出逻辑主语(船队航行者),但可根据上下文及下文与代词 αὐτοῖσιν 的指代关系补出,意为“当他们沿着印度人的土地航行时”。

  2. 25.5αἱ δὲ καὶ αὐταὶ

    归结句的 δέ(apodotic de),置于由 ὁκότε 引出的时间从句之后的主句句首,用以明确引出主句并强调与从句条件的对应。

  3. 25.6τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων

    语序倒装(hyperbaton)与部分属格结构。先行词 τῶν ἀστέρων 与关系代词 ὅσους 引导的从句相连,随后由 οἳ μὲν ... οἳ δὲ 进行分指划分,意为“在他们以前所仰望的高空诸星中,有的……有的……”。

  4. 25.8οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν ... τωὐτὰ δὴ πάθεα ἐπέχειν

    非人称句结构。形容词 οἰκός(即 εἰκός)省略了系动词 ἐστί,后接以 τωὐτὰ δὴ πάθεα 为宾格主语的不定词 ἐπέχειν,意为“在印度人那里出现同样的现象乃是合乎情理的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:25.1-25.8