- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:24.1-24.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队抵达托墨罗斯河口,尼阿库斯派遣轻装士兵从海上游上浅滩列阵突击,配合船上箭弹击溃了严阵以待的土著蛮族。被俘者浑身浓密多毛、指甲如兽爪,以石和指甲代铁生活。
ἐνθένδε ὁρμηθέντες ἔπλωον ἀκραεί, καὶ διελθόντες σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμαρρόῳ· Τόμηρος οὔνομα ἦν τῷ ποταμῷ.
他们从那里启航,乘着劲风航行,行进约五百斯塔德后,停泊在一条急流河畔;这条河名叫托墨罗斯河。
καὶ λίμνη ἦν ἐπὶ τῇσιν ἐκβολῇσι τοῦ ποταμοῦ, τὰ δὲ βραχέα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβῃσι πνιγηρῇσι. καὶ οὗτοι ὡς προσπλώοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς ἀπομαχεόμενοι πρὸς τοὺς ἐκβαίνοντας.
河口处有一处潟湖,而在靠近海滩的浅水区,人们居住在闷热窒息的小棚屋中。这些人一看见船队驶近,大为震惊,便沿着海滩展开阵列,排兵布阵,准备抗击登陆之人。
λόγχας δὲ ἐφόρεον παχέας, μέγαθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτοῖσι πεπυρακτωμένον τωὐτὸ ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι.
他们手持粗大的长矛,长约六肘;矛头并无铁尖,但经过火烤硬化的尖端起到了同样的作用。其人数约有六百人。
καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπʼ αὐτέων ἐξικνέεσθαι·1 αἱ γὰρ τῶν βαρβάρων λόγχαι ἀγχέμαχοι μὲν ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν.2
尼阿库斯见他们严阵以待、整军列阵,便命令船只停在箭矢射程之内,以便船上射出的箭矢能够达至陆地;因为蛮族的长矛适于贴身肉搏,若作为标枪投掷则不足为惧。
αὐτὸς δὲ τῶν στρατιωτέων ὅσοι αὐτοὶ τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νέειν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος.
他亲自命令士兵中那些身手最轻捷、装备最轻便且最精于游泳的人,在接到信号后游向岸边。
πρόσταγμα δέ σφισιν ἦν, ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι,3 προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ἐμβάλλειν πρόσθε ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα· τότε δὲ δρόμῳ ἐπιέναι ἀλαλάζοντας.
给他们的命令是:当有人游上浅滩站立于水中时,须等待自己身旁的战友,在方阵排列成三列纵深之前,绝不可抢先向蛮族冲锋;而一旦列成三列,便要呐喊着奔跑进攻。
ἅμα δὲ ἐρρίπτεον ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοὶ τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν συνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανέων βέλεα ἐφέρετο ἐς τοὺς βαρβάρους.
受命担此任务的人当即从船上跃入海中,迅疾游去,井然有序地站立,自成方阵,一面高呼敬奉厄纽阿里奥斯神的战号,一面奔跑冲锋;与此同时,船上的人亦一同呐喊呼应,箭矢和机械发射的投掷物射向蛮族。
οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελέων βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ οὔρεα.
蛮族被武器的耀眼光芒与冲锋的迅猛气势所震慑,加之本身乃是半裸之人,又遭到箭矢及其他投射武器的痛击,未作丝毫抵抗便溃不成军。有的人在原地逃跑时被斩杀,有的人被生擒,亦有人逃遁至山峦之间。
ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυχας θηριώδεες· τοῖσι γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο4 καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ἃσαμαλθακώτερα. τὰ δὲ ἄλλα τοῖσι λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον· σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θηρήια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων τὰ παχέα.
被俘之人全身各处及头部皆毛发浓密,指甲如同野兽;据说他们把指甲当作铁器来使用,用以剖割处理鱼类以及质地较软的木材。其余物件他们则用锋利的石头切割,因为他们并无铁器。他们身穿的衣物是野兽的皮毛,有的甚至身着大型鱼类的厚皮。
- 24.4ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπʼ αὐτέων ἐξικνέεσθαι
介词短语 ἐντὸς βέλεος 通常可表示“在(敌人)射程之内”,但此处后接由 ὡς 加不定式构成的结果/目的从句(ὡς τὰ τοξεύματα... ἐξικνέεσθαι,意为“以便己方箭矢能够射至陆地”),明确限定了此处的射程是指希腊船队自身弓弩的有效射程。
- 24.4ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν
带冠词不定式的介词短语 ἐς τὸ ἐσακοντίζεσθαι 充当形容词 ἄφοβοι(不足为惧的)的限制/范畴补足语,表示“就作为标枪投掷而言并不可怕”。
- 24.6ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι
由 ὅκως 带希求法动词 σταίη 引导的从句,在过去时序的转述命令中表示不确定的假设或通则性条件(“一旦有人游抵并站立于水中”),用以限定后续的不定式命令 προσμένειν。
- 24.9τοῖσι γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο
动词 διαχράομαι(使用)支配与格 τοῖσι ὄνυξιν。ὅσα 在此作副词性/比较性修饰,意为“如铁器一般”。全句采用被动态的人称构式(ἐλέγοντο 加不定式 διαχρᾶσθαι),即“据说他们使用爪子如同使用铁器一般”。
