- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:23.1-23.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
舰队顶着风暴的损失沿奥雷泰人海岸航行抵达科卡拉;在那里,他们与大溃奥雷泰人的莱昂纳图斯会合,补给粮饷,修葺船只并整编人手。
ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολέων τοῦ Ἀράβιος παρέπλωον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Παγάλοισι, πλώσαντες σταδίους ἐς διηκοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπίβολος ἦν ὁ χῶρος.1 τὰ μὲν ὦν πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐπʼ ὕδωρ ἐκβάντες ὑδρεύοντο.
从阿拉比斯河口启航后,他们沿着奥雷泰人的土地沿海航行;航行约二百斯塔德后,他们停泊在帕加拉的一处浅滩边。不过,该地确实适合下锚停泊。于是,船员们留在船上随波浮泊,而下船去取水的人则汲取了淡水。
τῇ δʼ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα,2 καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. ἐνθαῦτα ῥηχίη τρηχέα ἦν, καὶ ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο.
次日拂晓时分他们再次启航,航行约四百斯塔德后,于傍晚抵达卡巴那,停泊在一处荒凉的沙滩边。那里的浅滩险恶崎岖,因此他们将船停泊在开阔的水面上。
κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόντου, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος· οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι, ὅτι οὐ πόρρω τῆς γῆς ὁ πλόος ἐγίνετο.
在此次航程中,一阵从外海袭来的狂风抓住了船队,航行中有两艘战船和一艘轻型小艇沉没;但人员都游上了岸而获救,因为当时航行离陆地并不遥远。
ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλώουσιν ἔστε ἐπὶ Κώκαλα, ἃ τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διηκοσίους· καὶ αἱ μὲν νέες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπόθεον. στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς φυλακῆς εἵνεκα.
午夜前后他们再次起航,一直航行至科卡拉,那里距他们出发的沙滩有二百斯塔德;船只在波浪中抛锚漂浮,而尼阿库斯让船员们上岸并在陆地上露营,因为他们在海上历经了长久的艰辛,极度渴望休息。为了防备蛮族,他围绕驻地筑起了营垒。
ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτέων ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείτῃσι συνεπελάβοντο τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάντας· τῶν δὲ σὺν Λεοννάτῳ ἱππέες μὲν ἀποθνήσκουσι πεντεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολλοφάνης ὁ Γαδρωσίων σατράπης.
就在这个地方,受亚历山大委托治理奥雷泰人事务的莱昂纳图斯在一场大战中击溃了奥雷泰人及其所有参战的同盟者。他歼灭了他们六千人以及全部将领;而在莱昂纳图斯麾下,有十五名骑兵阵亡,步兵中也有少数人员以及盖德罗西亚的总督阿波罗法内斯牺牲。
ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ συγγραφῇ ἀναγέγραπται, καὶ ὅκως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσέῳ στεφάνῳ.
这些事情在另一部著作中已有记载,连同莱昂纳图斯因此功勋被亚历山大授予金冠的经过亦载于彼处。
ἐνθαῦτα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας.
此处依照亚历山大的命令已囤积了供军队补给的粮食,他们向船上装载了十天的给养。
καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν,3 καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν,4 αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτέων συμπληροῖ τὸ ναυτικόν.
他们还修理了截至此时在航行中受损的所有船只;对于那些在工作中被尼阿库斯认为懒惰的水手,尼阿库斯将其交给莱昂纳图斯随陆路行军,而他自己则从莱昂纳图斯随行的士兵中补充水手,重新编满了舰队的兵员。
- 23.1ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπίβολος ἦν ὁ χῶρος
短语 ἀλλὰ ... γάρ 是表示理由补充的习语,意为“因为实际上……”。形容词 ἐπίβολος(在此意为“适合于……的”、“适于抛……的”)支配与格 ἀγκύρῃσι(“锚”),用来解释为何在前文提及浅滩(ῥηχίη)的情况下依然能够锚泊。
- 23.2κατάγονται ἑσπέριοι ἐς Κάβανα
形容词 ἑσπέριοι(傍晚的)在此充当表语性修饰成分(即述语性形容词),修饰主语,起到表示时间的副词作用(“在傍晚”、“日暮时”)。
- 23.8καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν
关系代词从句 ὅσαι ἐπεπονήκεσαν(所有受损的船)充当主句谓语 ἐπεσκεύασαν(修理)的直接宾语。句首的部分属格 τῶν νεῶν 是被前置作为主题提示成分,与从句中的 ὅσαι 形成照应。
- 23.8καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν
动词 φαίνομαι 搭配不定式 βλακεῦσαι 表示“显得/似乎懈怠了”。前置的属格与关系代词短语 τῶν ναυτέων ὅσοι... 确立了被挑选的群体,随后在主句中由代词 τούτους(宾格)接引,作 ἔδωκεν 的直接宾语;不定式 ἄγειν 则表示目的(“交给莱昂纳图斯带走”)。
